Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Καὶ Ἡρώδης μὲν οὕτως ἀπέτισε τὸ χρεών, Ἀρχέλαος [*](C) δὲ εἰς τὸ ἱερὸν ἀνελθὼν καὶ εὐφημηθεὶς ἐπὶ θρόνου τε καθίσας χρυσοῦ ἐδεξιοῦτο τὸ πλῆθος. τοῦ μέντοι στρατεύματος καὶ τὸ διάδημα περιτιθέντος αὐτῷ, οὐκ ἐδέξατο, εἰ μὴ πρότερον Καῖσαρ τὰς πατρικὰς διαθήκας ἐπικυρώσειε· καὶ θύσας ἐπ᾿ εὐωχίαν ἐτράπετο.
[*](D)Συνελθόντες οὖν τῶν Ἰουδαίων τινὲς Ματθίαν καὶ τοὺς σὺν αὐτῷ κολασθέντας ὑπὸ Ἡρώδου διὰ τὴν τοῦ χρυσοῦ ἀετοῦ κατάσπασιν ὠλοφύροντο, ἐπὶ μέγα τὴν οἰμωγὴν αἴροντες· συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τοὺς ὑφ᾿ Ἡρώδου τιμωμένους κολάσαντα τὸν Ἀρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν ἄλλων τὸν ἀρχιερέα παῦσαι, ἕτερον δὲ καταστήσασθαι νομιμώτερον. τούτοις Ἀρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν ἐπέχων ἐπένευε καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον ἔστειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ᾿ ὅταν αὐτῷ ἡ ἀρχὴ βεβαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος. οἶ δὲ βοῶντες καὶ θορυβοῦντες οὐκ εἴων λέγειν τὸν στρατηγόν, οὐδέ του ἄλλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. ἄρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάντοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στά- [*](Cap. 1. Iosephi Ant. 17, 8, §. 4—10, §. 6.)
Ἀρχέλαος δὲ ἐπί Ρώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα ’ συνεξ- συνεξῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου. καὶ Ἀντίπας δὲ ὁ ‘Πρώδου υἱὸς ἑτέρωθεν ἐπὶ Ρώμην ὥρ- μητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν [*](C) προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ ’ ἐπτέ- ρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ εἰς ῥώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἶ μὲν ὑπὲρ Ἀρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ Ἀντίπᾳ, τοῦ Ἀρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ Ἀρχελάου ῥοπὴν ἐδείκνυ.
Ἐν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν Ιου- δαίων ἔθνος στασιάσαν καὶ τοὺς ἐκεῖ Ῥωμαίους πο- λιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ’ αὐτῶν οἱ Ῥωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σα- βῖνος· στρατηγὸς δὲ ἦν οὗτος Ῥωμαίων. καὶ μάχη ἦν καρτερά, καὶ οἶ‘ρωμαῖοι ἐκράτουν. περιοδεύσαν- τες οὑν οἶ Ἰουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς ἔξω [*](D) τοῦ ἱεροῦ, κἀντεῦθεν ἐξ ὑπερδεξίων βάλλοντες με-
Ἐπὶ τούτοις καὶ ἕτεροι θόρυβοι τὴν Ἰουδαίαν κατέλαβον. Ἰούδας γὰρ Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἷός τοῦ ὑφ’ Ἡρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλιλαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας ὅπλων ὥπλισε τοὺς περὶ αὐτόν, φοβερός τε ἅπασιν ἦν. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, [*](P) ἀνὴρ δ᾿ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάντος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησι, καὶ ἄλλους δὲ τῶν
[*](C)Οὔαρος δ’ ἐν Συρίᾳ μαθὼν τὰ κατὰ τὸν Σαβῖνον, ἠπείγετο τοῖς ἐν Ἰουδαίᾳ πολιορκουμένοις ἀλέξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαί·δι τῆς αὐτοῦ δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν ὃς συμβαλὼν ἐκείνοις ἐκράτησεν. Οὔαρος δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσιὼν εἰς Ἱεροσόλυμα, εἰς δειλίαν τοὺς πολιορκοῦντας τῶν Ἰουδαίων ἐνέβαλε· καὶ λιπόντες τὴν πολιορκίαν ἡμίεργον ᾤχοντο. Οὐάρου δὲ τοῖς Ἱεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ἔλεγον γεγονέναι, τὸν δὲ πόλεμον παρὰ τόν ἐπηλύδων. καὶ [*](D) ὁ Οὔαρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰτίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχίλιοι γὰρ ἐσταυρώθησαν. καὶ ἕτεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ’ αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖσαρ δὲ μόνους ἐκόλασεν ὅσοι συγγενεῖς ὄντες Ἡρώδου συνεστρατεύοντο τοῖς στασιασταῖς.
Εἰς δὲ Ῥώμην ἐξ Ἰουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἶ πρέσβεις συνισταμένους ἔχοντες τῶν ἐπὶ Ῥώμης Ἰουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ᾔτουν. καὶ ἐπὶ κατηγορίαν τῶν Ἡρώδου τρέπονται παρανομημάτων· [*](Cap. 2. Iosephi Ant. 17, 10, § 9—13, §)
Οἱ μὲν οὖν ταῦτα ᾐτοῦντο, οἶ δὲ περὶ τὸν Ἀρχέλαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τόν υἱόν, τῶν ἐγκλημάτων ἀπέλυον, καὶ Ἰουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν Ἀρχέλαον, τὸ δ’ ἥμισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς ἄρχοι· ἦν δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ’ ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν Ἀντίπᾳ καὶ Φιλίππῳ παισὶν ἑτέροις Ἡρώδου διένειμε· καὶ τῷ μὲν Ἀντίπᾳ [*](C) ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσ’ ἔφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ’ οἷς ὁ Ἡρώδης κατέλιπε καὶ τὸ ἐν Ἀσκάλωνι βασίλειον δίδωσιν· ἐκ πάντων δ’ εἰσήγετο ταύτῃ δασμὸς ἐξήκοντα τάλαντα.
Καὶ ταῦτα μὲν οὕτως διῴκητο· νεανίας δέ τις
Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην ἐξ Ἰωαζάρου τοὐ Βοηθοῦ, καὶ ἀντικαθίστησιν Ἐλεάξαρ τὸν ἐκείνου ἀδελφόν. καὶ Γλαφυρὰν ἄγεται πρὸς γάμον τὴν Ἀρχελάου παῖδα, Ἀλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, ἀφ’ οὗ καὶ τέκνα ἦν αὐτῇ, ἀπειρημένου τῷ νόμῳ
Ὀνείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ Ἀρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλήρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. ἄλλοι μὲν οὖν ἄλλως ἐξηγοῦντο τὸν ὄνειρον, Σίμων δὲ τὸ γένος Ἐσσαῖος μεταβολὴν πραγμάτων ἔλεγε φέρειν Ἀρχελάῳ τὴν ὄψιν, οὐ μέντοι ἐπ᾿ ἀγαθῷ. τοὺς μὲν γὰρ [*](C) βόας κακοπαθείας σύμβολον εἶναι, ζῷα ἐπ᾿ ἔργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβολῆς ὅτι δι᾿ αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρόνον ἐξήκειν τῷ Ἀρχελάῳ.
Καὶ τῇ γυναικὶ δὲ τοῦ Ἀρχελάου Γλαφυρᾷ ὄνειρος τεθέαται ἴτερος. αὕτη γάρ, ὡς ἱστόρηται, Ἀλεξάνδρῳ πρότερον συνῴκει Ἀρχελάου ὁμαίμονι· ἀναιρεθέντος δ᾿ ἐκείνου Ἰόβᾳ τῷ Λιβύων γεγάμητο βασιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος Ἀρχελάῳ[*](D) γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψαμένῳ, καὶ ταῦτα παῖδας ἐξ Ἀλεξάνδρου ἔχουσα. 30 ἐδόκει γοῦν ἡ γυνὴ τὸν Ἀλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν “Γλαφύρα, ἀληθεύειν ἄρα τὸν λόγον ἀπέδειξας ὃς ἀπίστους εἶναι τὰς γυ-
Ἡ δὲ Ἀρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενεμήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν Ἰουδαίαν προσθήκην ἐκείνης γεγενημένην. Ἰουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρχιερέως Ἰωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυλανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρισάμενος, πολέμων καὶ λῃστηρίων τὸ ἔθνος ἐνέπλησαν, λέγοντες οὐδὲν ἕτερον εἶναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν ἢ δουλείαν ἄντικρυς· καὶ ἐδόκουν μὲν [*](P) ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ’ ἀληθείᾳ δι’ οἰκείων ἔσπευδον κερδῶν ἀφορμάς. ἐξ ὣν στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτόν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τόν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς Ἰουδαίοις φιλοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν εἴρηται, τῆς τῶν Ἐσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδουκαίων, τετάρτη αὕτη ἐπείσακτος παρὰ Σαδὼκ καὶ [*](Cap. 3. Iosephi Ant. 17, 13, §. 5 — 18, 2, §. 2. 27 πρόσθεν] 5, p. 217, D.)
Σαδδουκαῖοι δὲ θνητὰς δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους [*](D) αὐτοὺς ἀντιλέγειν ἀρετὴν οἴονται. εἰ δέ τινες αὐτῶν εἰς ἀρχὰς ἔλθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρισαίων σαίων λόγοις καὶ ἄκοντες· οὐ γὰρ ἄλλως ἀνεκτοὶ δοκοῦσι τοῖς πλήθεσιν.
Ἐσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθανάτους ἥγηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς ἄλλοις περὶ ἁγνισμῶν· διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ’ ἑαυτῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα ἔχουσιν ὅθεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πενέστατον. καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλους κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναικῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ’ ἑαυτοὺς δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας
Ἡ δὲ τετάρτη, ἧς ὁ Γαλιλαῖος Ἰούδας γέγονεν ἡγεμών, τὰ μὲν ἄλλα τοῖς Φαρισαίοις ὁμογνώμων ἐστί, τῆς δ᾿ ἐλευθερίας αὐτῇ δριμὺς ἔρως ἐντέτηκεν, ἧς οἶ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τόν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μεταδιδόναι [*](P) μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμωρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναινόμενοι, ἔνα μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. Ἐντεῦθεν οὖν ἤρξατο τὸ τῶν Ἰουδαίων ἔθνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος ὕβρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμήσεων περαιωθεισῶν , αἳ ἐγένοντο ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν Ἀκτίῳ ἧτταν τοῦ Ἀντωνίου ὑπὸ τοῦ Καίσαρος, Ἰωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ἄνναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ εἰς ῾Ρώμην ἀπάραντος Κοπώνιος τὴν Ἰουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος Ἀμβιβουχος. καὶ [*](C)τὸν Μάρκον Ῥοῦφος διαδέχεται Ἄννινος. ἐφ᾿ οὗ δὴ τελευτᾷ Καῖσαρ αὐτοκράτωρ ῾Ρωμαίων, ἄρξας ἔτη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε ἕξ ἐφ᾿ ἡμέραιν δυοῖν, ἀφ᾿ ὣν τεσσαρεσκαίδεκα ἴτη αὐτῷ συνῆρξεν Ἀντώνιος, ὡς εἶναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνιαυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέσσαρσιν. ἐβίω δὲ ἔτη ἑβδομήκοντα καὶ ἑπτά.
Ἡ δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ Καίσαρος γυναικὸς Ἰουλίας υἱόν. ὑφ᾿ οὗ Γρᾶτος Οὐαλλέριος εἰς Ἰουδαίαν ἔσταλτο ἡγεμών· ὃς παύσας τὸν Ἄνναν τῆς ἀρχιερωσύνης Ἰσμαὴλ ἀποδεί-
Καὶ Γράτος ἐπὶ ἕνδεκα ἔτη τῆς Ἰουδαίας ἄρξας, καὶ ταῦτα πράξας, εἰς Ῥώμην ὑπανεχώρησε· Πόντιος δ’ ἧκε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης Ἡρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐὺ τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννησαρέτ, Τιβεριάδα καλέσας αὐτήν. Πιλάτος δὲ στρατιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύοντος Ἰουδαίοις τοῦ νόμου εἰκόνας ἔχειν. ἐπεὶ δ᾿ ἐγνώσθη τὸ πεπραγμένον, πλῆθος ὥρμησεν εἰς Καισάρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγχωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζομένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεόμενον, κατὰ τὴν ἕκτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν ἡδονῇ δέξασθαι τὸν θάνατον ἔλεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρήσει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν εἰς Καισάρειαν. [*](Cap. 4. Iosephi Ant. 81, 2, §. 2—3, §. 3, liber de rerun, cuius fragmentum edidit David Hoeschelius in notis ad Photii Bibliothecam 1601, p. 923 (Iosephi Op. ed. Havere. II, 2, p. 146.))
Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ [*](C) θεὸς Ἰησοῦς Χριστὸς ἐν Ἰουδαίᾳ ἐφάνη, περὶ οὗ ταῦτα κατὰ λέξιν φησὶν ὁ Ἰώσηπος ἐν τῷ ὀκτωκαιδεκάτῳ λόγῳ τῆς Ἀρχαιολογίας. ‘‘γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια [*](D) εἰρηκότων. εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον.”
Καὶ ταύτα μὲν ἀρχαιολογῶν ὁ Ἰώσηπος ἔγραψε περὶ τοῦ Χριστοῦ ἐν δὲ τῷ πρὸς Ἕλληνας αὐτοῦ
Οὕτω μὲν οὖν περὶ Χριστοῦ γέγραφεν ὁ Ἰώσηπος.
ἐν δὲ Ῥώμῃ τότε Παυλῖνά τις ἦν καὶ γένους περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ [*](1 κατὰ Πλάτωνα apud Hoeschelium et in Ioannis Damasceni codicibus, ed. Lequien. t. II, p. 789. 3 Παράλληλα] loco indicato, at fragmentum quod sequitur non Iosepho, sed Meletio Antiochiae episcopo tributum legitur p. 755, nonnullis Cap. 5. Iosephi Ant. 18, 3, §. 4—4, §.)
Οὐιτέλλιος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς Ἱεροσολυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν εἶναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ ἀπέκειτο τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ Ὑρκανός, ἔγγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν εἶχεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ ἐκείνῳ καὶ τοῖς μετ᾿ ἐκεῖνον ἐπράσσετο. Ἡρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸπολυτελέστερον, φίλος ὢν Ἀντωνίου, ἐπὶ τῷ ἐκείνου ταύτην ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ᾿ ἐποίει καὶ ὁ Ἀρχέλαος, καὶ μετ᾿ ἐκεῖνον οἱ Ῥμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ ἔπραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τᾶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ᾿ ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αὖθις ἐκεΤ ἀπετίθετο. Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ ἔθνει. τὸν δὲ ἀρχιερέα Ἰωσὴφ τόν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, Ἰωνάθῃ δίδωσι ταύτην τῷ Ἄννα τοῦ ἀρχιερέως υἱῷ.
κατ᾿ ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος Ἀρταβάνῳ τῷ Παρθῶν βασιλεῖ, πέμψαντι τὸν υἱὸν Δαρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν δ᾿ ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης Ἡρώδης ἐκ-
Τότε καὶ Φίλιππος Ἡρώδου τούτου ὢν ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἄρξας ἑπτὰ καὶ τριάκοντα ἔτη. ἦν δὲ τὸν τρόπον ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους [*](C) σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προιόντι εἴ τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, εἵποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέλυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ ἦσαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. Ἡρώδης δὲ ὁ τετράρχης ἐπὶ Ῥώμην στελλόμενος κατέλυσεν ἐν Ἡρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃν ἡ τοῦ Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ Ἡρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς Ἀριστοβούλου τοῦ ἀδελφοῦ αὐτῶν, [*](D) ἀδελφῆς δὲ τοῦ μεγάλου Ἀγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συνέθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν Ἀρέτα θυγατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ Ῥώμην ἔπλει ἐπὶ τοιαύταις συνθήκαις· ὡς δ᾿ ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ Ἀρέτα θυγάτηρ, τὰς πρὸς Ἡρωδιάδα συνθήκας, ᾔτει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ φρούριον· μεθόριον δὲ τοῦτο ἦν τῆς Ἀρέτα καὶ τῆς [*](Cap. 6. Iosephi Ant. 18, 4, §. 6 — 5, §. 3.)
Τισὶ δὲ ὑπὸ θεοῦ τὴν Ἡρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ Ἰωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου [*](P) κατὰ λέξιν ὁ Ἰώσηπος ἔγραψε. ‘‘κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοὺς Ἰουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι· οὕτω γάρ καὶ τὴν βάπτισιν αὐτῶ φανεῖσθαι ἀποδέκτην. δείσας δὲ Ἡρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στάσει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ Ἡρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ [*](C) Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι Ἡρώδην θέλοντος.”
[*](15 Ἰώσηπος] Ant. 18, 5, §. 2. Pauca differunt.)Οὐιτέλλιος δὲ πρὸς Ἀρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς Ἰουδαίων διέρχεσθαι παρῃτοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον εἶναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς χώρας αὐτῶν, πολλὰς δ’ ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς οὖν διὰ τοῦ μεγάλου πεδίου διεβίβαζε τὸ στρατόπεδον, αὐτός δὲ μετὰ Ἡρώδου εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπιμείνας μείνας ἡμέρας ἐκεῖ, Ἰωνάθην μὲν τῆς ἀρχιερωσύνης μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθίστησιν στησιν εἰς αὐτήν. τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ [*](D) κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ὥρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαΐῳ, ἀνεκάλει δὲ καὶ τὸ στράτευμα. δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον φάναι ἀμήχανον εἶναι τῷ στρατῷ πολεμήσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων ἢ τὸν κελεύσαντα πολεμεῖν ἢ τὸν κελευσθέντα ἢ καθ’ οὗ τὸ κέλευσμα γέγονε.