Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Ἐν τούτῳ τῷ χρόνῳ ἡ τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ ὁ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων τὴν διαγωγὴν μετέβαλον νόμιμα. Μονόβαζος γὰρ ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι, ἄγεται ταύτην. καί ποτε συγκαθεύδων αὐτῇ οὔσῃ ἐγκύμονι τῇ ἐκείνης γαστρὶ τὴν χεῖρα ἐπέθετο, καὶ ὑπνώσας ἔδοξεν ἀκούειν φωνῆς ἆραι κελευούσης ἐκ τῆς νηδύος τὴν [*](C) χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος, θεοῦ προνοίᾳ καὶ ἄρξον καὶ τέλους τευξόμενον εὐτυχοῦς. ταραχθεὶς οὖν ὑπὸ τῆς φωνῆς ἔφραζε ταῦτα τῇ γυναικί. καὶ τὸν υἱὸν τεχθέντα Ἰζάτην ὠνόμασεν. ἦν δ’ ἕτερος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης αὐτῷ γεννηθεὶς ἄλλοι τε παῖδες ἐκ γυναικῶν ἑτέρων, ἔστεργε δὲ τὸν Ἰζάτην ὥσπερ μονογενῆ. ἐφθόνουν τοίνυν οἱ ἀδελφοί. ὁ δὲ πατὴρ δεδοικὼς περὶ τούτῳ, ἐκπέμπει πρὸς Ἀβεννήριγον τὸν Σπασίνου χάρακος βασιλέα. καὶ ὃς ἀσμένως τὸν Ἰζάτην ἐδέξατο καὶ κηδεστὴν ἐπί θυγατρὶ ἐποιήσατο καὶ χώραν αὐτῷ παρέσχε. γεγηρακὼς δὲ ὁ Μονόβαζος ἰδεῖν ἐπεθύμει τὸν Ἰζάτην πρὸ τοῦ θανεῖν. μεταπεμψάμενος οὑν αὐτὸν φιλοφρόνως ἀσπάζεται, καὶ χώραν αὐτῷ [*](D) ἀπεκλήρωσεν, ἐν ᾗ καὶ διέτριβε μέχρι τελευτῆς τοῦ πατρός.
Ἐκλιπόντος δὲ Μονοβάζου ἡ βασιλὶς Ἑλένη μετεπέμψατο τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας· οἶς ἀφικομένοις οὐ λέληθεν” εἶπεν ‘‘ὑμᾶς ὅτι ὁ ἀνὴρ ὁ ἐμὸς τὸν Ἰζάτην ἤθελε τῆς βασιλείας γενέσθαι διάδοχον. εἰδυῖα δὲ μακάριον τὸν μὴ παρ’ ἑνός, ἀλλὰ τῶν πλειόνων καὶ τούτων ἑκόντων τὴν βασιλείαν λαμ- [*](Cap. 13. Iosephi Ant. 20, §. 24.)
Ὄντι δ᾿ αὐτῷ ἐν τῇ ἀποδημίᾳ Ἰουδαῖός τις Ἀνανίας καλούμενος γνωστὸς γεγονὼς ἐδίδασκεν αὐτὸν τὸν θεὸν καὶ τὰ τῶν Ἰουδαίων νόμιμα. συνέβη δὲ Β καὶ τὴν Ἑλένην ὑφ᾿ ἑτέρου Ἰουδαίου κατηχηθεισαν εἰς τὰ Ἰουδαϊκὰ ἔθη μετατεθῆναι. ἐλθὼν οὖν ὁ Ἰζάτης καὶ δεδεμένους τοὺς συγγενεῖς εὑρηκὼς ἐδυσχέρανε, καὶ ἔλυσε μέν, ἔπεμψε δέ, ἵνα μὴ ὕποπτοι παρόντες εἶεν, τοὺς μὲν εἰς ῾Ρώμην ὁμηρεύσοντας, τοὺς δὲ πρὸς Πάρθους. γνοὺς δὲ τὴν μητέρα τὰ Ἰουδαίων ἀσπασαμένην, ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μετατεθῆναι, καὶ περιτμηθῆναι ἕτοιμος ἦν. ἡ δὲ μήτηρ ἐκώλυε, λέγουσα εἰς δυσμένειαν τοὺς ὑπηκόους διὰ τοῦτο ἐλθεῖν, οὐκ ἀνέξεσθαί τε ὑπὸ ἰουδαἴζοντος βασιλεύεσθαι. ὁ δὲ εἰς τὸν Ἀνανίαν παρόντα τοὺς λόγους ἀνέφερε. τοῦ δὲ τὰ αὐτὰ συμβουλεύσαντος [*](C) ἐπείσθη μὲν τότε ὁ βασιλεύς· ἕτερος δ᾿ αὖθις Ἰουδαῖος ἐκ Γαλιλαιbς Ἐλεάζαρ ἀφικόμενος, καὶ κατα-
Ἑλένη δὲ ἐπιθυμίαν ἔσχεν εἰς Ἱεροσόλυμα ἀφικέσθαι καὶ προσκυνῆσαι τὸ τοῦ θεοῦ ἱερόν. καὶ τοῦ [*](D) υἱοῦ ἐπιτρέψαντος καὶ χρήματα πλεῖστα δόντος ἄπεισιν εἰς Ἱεροσόλυμα. καὶ λιμῷ φθειρομένους πολλοὺς εὑροῦσα ἐκεῖ, σῖτόν τε ἐξ Ἀλεξανδρείας ἐκόμισε καὶ ἰσχάδων φόρτον ἐκ Κύπρου πολλῶν χρημάτων πριαμένη τοῖς ἀπορουμένοις διένειμε. καὶ ὁ παῖς δὲ αὐτῆς πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν ἔπεμψεν, ἴν οἱ λιμώττοντες διὰ τούτων ὡς ἐνὸν ἐπικουρηθῶσι.
Καὶ ταῦτα μὲν οὕτως· Ἀρταβάνης δὲ ὁ τῶν Πάρθων βασιλεύς, ἐπιβουλὴν γνοὺς τοὺς σατράπας κατ’ αὐτοῦ μελετήσαντας, ἀφικνεῖται πρὸς Ἰζάτην, συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους ἐπαγόμενος. καὶ καθ’ ὁδὸν τό Ἰζάτῃ ἐνέτυχε, καί φησι Μῆ με παρί- δῃς, ὠ βασιλεῦ, ταπεινὸν ἐκ μεταβολῆς γεγονότα καὶ ἰδιώτην ἐκ βασιλέως, ἀλλ᾿ ἐπικούρησον. ταῦτα σὺν δάκρυσιν ἔλεγεν. ὁ δὲ Ἰζάτης ἀκούσας τὸ ὄνομα, κατεπήδησε τοῦ ἵππου καὶ Θάρσει, ἴφη, ὦ βασιλεῦ· ἦι γὰρ εἰς τὴν Παρθῶν βασιλείαν σε καταστήσω ἢ τῆς ἐμῆς σοι ἐκστήσομαι. ταῦτα εἶπε καὶ ἐπὶ τὸν ἵππον αὐτὸν ἀνεβίβασεν, αὐτὸς δὲ πεζὸς παρείπετο. καὶ ὁ Ἀρταβάνης ὤμοσεν, εἰ μὴ κἀκεῖνος ἀναβαίη
Μετὰ δέ τινα χρόνον Ἀρταβάνου θανόντος Οὐαρδάνης [*](C) ὁ παῖς ἐκείνου τὴν βασιλείαν περιεζώσατο. καὶ πρὸς Ἰζάτην ἐλθὼν συμμαχῆσαι αὐτῷ ἠξίου κατὰ Ῥωμαίων· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλὰ καὶ συνεβούλευε παύσασθαι τῆς ἐπ’ ἐκείνους στρατείας καὶ μὴ ἀδυνάτοις ἐπιχειρεῖν. ὁ δὲ πόλεμον τῷ Ἰζάτῃ μὴ πειθομένῳ κατήγγειλεν. ἀλλ’ οἶ Πάρθοι μαθόντες ὡς ἐπὶ Ῥωμαίους στρατεύσειν βούλεται, αὐτὸν μὲν ἀναιροῦσι, τὴν δὲ βασιλείαν τῷ ἀδελφῷ Ἰκοτάρδῃ διδόασιν· ὃν ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσγς ὁ ἀδελφός.
Ὁ δὲ τοῦ Ἰζάτου ἀδελφὸς Μονόβαζος καὶ οἶ συγγενεῖς ἰουδαΐσαι καὶ αὐτοὶ ἐπεθύμησαν, καὶ τὴν ἔφεσιν εἰς ἔργον ἐξήνεγκαν. γίνεται δ’ ἡ πρᾶξις αὐτῶν τοῖς ὑπηκόοις κατάφωρος. καὶ γράφουσι πρὸς Ἀβίαν [*](D)
Οἱ δὲ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες Οὐολογέσῃ τῷ Παρθῶν γράφουσι βασιλεῖ, ἀξιοῦντες ἀποκτεἶναι μὲν τὸν Ἰζάτην, καταστήσαι δὲ σφίσι δυνάστην ἐκ Παρθῶν· μισεῖν γὰρ τὸν ἑαυτῶν βασιλέα ξένῃ θρησκείᾳ προσηλυτεύσαντα. ὁ γοῦν Πάρθος αὐτίκα μετὰ πλείστης δυνάμεως ὥρμησε, καὶ ὁ Ἰζάτης ἀντεστρατοπεδεύσατο. σταλεὶς δέ τις ἐκ τοῦ Πάρθου ἔλεγε τῷ Ἰζάτῃ ὁπόση ἐστὶ τῶν Παρθῶν ἡ δύναμις, καὶ ὡς Οὐολογέσης ἀπειλεῖ δίκας εἰσπράξειν αὐτόν, ἀχάριστον περὶ δεσπότας γενόμενον· ῥύσασθαι γὰρ αὐ- [*](P) τὸν τῶν αὐτοῦ χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι. πρὸς ταῦτα ὁ Ἰζάτης τὴν μὲν δύναμιν τῶν Παρθῶν γινώσκειν ἀνταπεκρίνατο, εἰδέναι δ’ ἀνθρώπων τὸν θεὸν δυνατώτερον. ταῦτα εἶπε καὶ ἱκέτευε τὸν θεόν. κατ’ ἐκείνην οὑν τὴν νύκτα ἐπιστολὰς ὁ Οὐολογέσης δεξάμενος πολεμίους ἐμβαλόντας τῇ Παρθυηνῇ ταύτην πορθεῖν, αὐτίκα σπεύδων
Φάδου μέντοι τῆς Ἰουδαίας ἐπιτροπεύοντος ἀνήρ [*](C)
τις γόης Θευδᾶς ὄνομα πείθει τὸν πλεῖστον ὄχλον ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην αὐτῷ· προφήτης γὰρ ἔλεγεν εἶναι καὶ σχίσαι τὸν ποταμὸν προστάγματι δύνασθαι καὶ πλείστους ἠπάτησε. πέμψας δ᾿ ἐπ’ αὐτοὺς ἴλην ἱππέων ὁ Φάδος πολλοὺς μὲν ἀνεῖλεν, οὐ μείους δ᾿ ἐζώγρησε, καὶ αὐτὸν τὸν Θευδᾶν, οὗ τὴν κεφαλὴν ἐκτεμόντες ἐκόμισαν εἰς Ἱεροσόλυμα. Φάδον δὲ Τιβέριος Ἀλέξανδρος διεδέξατο, Ἀλεξάνδρου τοῦ ἀλαβαρχήσαντος ἐν Ἀλεξανδρείᾳ υἱός. καὶ οἶ παῖδες δὲ τοῦ Γαλιλαίου Ἰούδα Ἰάκωβος καὶ Σίμων, τοῦ τὸν λαὸν ἀποστήσαντος Κυρηνίου τιμητεύοντος, ἀνῃρέθησαν, οὓς [*](D) ἀνεσταύρωσεν ὁ Ἀλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βασιλεύων Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰωσὴφ τὸν τοῦ Κεμεδῆ, Ἀνανίᾳ τῷ τοῦ Νεδεβαίου παρέσχεν αὐτήν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κούμανος ἦλθε διάδοχος. ἐν ὀγδόῳ δ’ ἔτει τῆς Κλαυδίου μοναρχίας Ἡρώδης ὁ τοῦ μεγάλου Ἀγρίππου ἀδελφὸς τελευτᾷ ἐφ’ υἱέσι τρισί· τὴν δ’ ἀρχὴν αὐτοῦ τῷ νεωτέρῳ Ἀγρίππᾳ δέδωκε Κλαύδιος.
Κουμάνου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος πλῆθος κατὰ τὴν ἑορτὴν τοῦ πάσχα εἰς Ἱεροσόλυμα [*](Cap. 14. Iosephi Ant. 20, 5.)
Οὔπω τὸ πένθος τοῦτο κατηύναστο καὶ κακὸν προστίθεται ἕτερον. τινὲς γὰρ τῶν ἐπὶ νεωτερισμοῖς ἡδομένων Στέφανόν τινα δοῦλον τοῦ Καίσαρος ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν ἁρπάζουσι. διὸ πέμπει στρατιώτας ὁ Κούμανος, κελεύσας αὐτοῖς τὰς πλησίον χώρας ληίσασθαι καὶ τοὺς ἐπιφανεστάτους αὐτῶν δεσμίους ἐπ’ αὐτὸν ἀγαγεῖν. τῆς δὲ τῶν χωρίων ἐκείνων πορθήσεως γινομένης νεανίας τις τῶν στρατιωτῶν θρασὺς καὶ ἀτάσθαλος τοῖς Μωυσέως ἐντυχὼν νόμοις ἔν τινι κώμῃ σεβασμίως κειμένοις ἐπ’ ὄψεσι πολλῶν διέρρηξεν αὐτοὺς βλασφημῶν καὶ κατακερτομῶν. προσίασιν οὑν τῷ Κουμάνῳ οἱ Ἰουδαῖοι, ἱκετεύοντες μὴ αὐτούς, ἀλλὰ τὸν θεόν, οὗπερ οἶ νόμοι καθυβρίσθησαν ἐκδι- [*](C) κῆσαι. καὶ ὁ Κούμανος δείσας μὴ τὸ πλῆθος πάλιν
Ἀλλὰ καὶ Σαμαρείταις ἔχθρα πρὸς Ἰουδαίους ἐγένετο· ἡ δ’ αἰτία ἦν αὕτη. Γαλιλαῖοι εἰς Ἱεροσόλυμα λύμα πορευόμενοι διά τινος κώμης ὥδευον τῶν Σαμαρειτῶν, καί τινες αὐτοῖς ἐπιθέμενοι πολλοὺς ἀνεῖλον. οἶ πρῶτοι τοίνυν τῶν Γαλιλαίων τῷ Κουμάνῳ προσίασι, παρακαλοῦντες τοὺς ἀνῃρημένους ἐκδικηθῆναι. ὁ δὲ δωροδοκηθεὶς τῆς ἐκδικήσεως οὐκ ἐφρόντισεν. ἀγανακτήσαντες οὖν οἶ Γαλιλαῖοι πρὸς ὅπλα ἐχώρησαν, καὶ κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. Κούμανος δὲ σὺν δυνάμει τοῖς [*](D) Γαλιλαίοις ἐπῆλθε, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πλείους δὲ ζῶντας εἷλεν. οἶ πρῶτοι δέ γε τῶν Ἱεροσολύμων μεταμφιασάμενοι σάκκους καὶ τὰς κεφαλὰς σποδῷ καταπάσαντες παρεκάλουν τοὺς ἀφεστῶτας μεταθέσθαι τὸν λογισμόν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν· καὶ ἔπεισαν. οἱ μὲν οὖν διελύθησαν, ἡ χώρα δ’ ἐξ ἐκείνου λῃστηρίων πεπλήρωτο. Σαμαρεῖς δὲ πρὸς Κουαδράτον τῆς Συρίας ἡγεμονεύοντα τῶν Ἰουδαίων ὡς ἐμπρησάντων κώμας αὐτῶν. Ἰουδαῖοι δὲ Σαμαρεῖς ᾐτιῶντο ὡς αἰτίους τῆς στάσεως, καὶ πρὸ αὐτῶν Κούμανον, δώροις διεφθαρμένον καὶ τοὺς ἀνῃρημένους μὴ ἐκδικήσαντα. Κουαδράτος δὲ ὑπερέθετο τὴν κρίσιν, εἰπὼν ἥξειν εἰς τὴν Ἰουδαίαν κἀκεῖ τὴν ἀλήθειαν γνοὺς ἀποφήνασθαι. ἧκεν οὖν εἰς Σαμάρειαν, καὶ ἐξετάσας τὰ πεπραγμένα, αἰτίους τῆς ταραχῆς διέγνω τοὺς Σαμαρεῖς· Ἰουδαίους δὲ οὓς δεδεμένους εἶχεν ὁ Κούμανος, ἀνεσταύρωσεν ὡς νεωτερίσαντας. τοὺς δὲ περὶ Ἀνανίαν τὸν [*](Cap. 15. Iosephi Ant. 20, 6, §. 1—8, §.)
Πέμπει δὲ ὁ Καῖσαρ Φήλικα τῶν Ἰουδαίων ἐπιτροπεύσοντα· Ἀγρίππᾳ δὲ δωρεῖται τὴν Φιλίππου τετραρχίαν καὶ Βαταναίαν καὶ τὴν Τραχωνῖτιν σὺν Αβέλλᾳ, αὗται δὲ Λυσανίου ἦσαν τετραρχίαι, τὴν δὲ Χαλκίδα ἀφαιρεῖται αὐτόν, ἔτη τέσσαρα ταύτης ἄρζαντα. ὁ δ’ Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳτῷ Ἐμέσων βασιλεῖ, περιτμηθῆναι θελήσαντι, Δρού- [*](C) σιλλαν τὴν ἀδελφήν, τοῦ Ἐπιφανοῦς Ἀντιόχου παραιτησαμένου τὸν γάμον, ὅτι μὴ ἰουδαΐσαι καὶ Μαριὰμ κατηγγύησεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδί, ὑπ’ Ἀγρίππα τοῦ πατρὸς πρῴην μνηστευθεῖσαν αὐτῷ. Φῆλιξ δὲ τῆς Ἰουδαίας ἐπιτροπεύων, καὶ τὴν Δρούσιλλαν ἰδὼν κάλλους περιττῶς ἔχουσαν, ἑάλω τῷ ταύτης ἔρωτι, καὶ πείθει καταλιποῦσαν τὸν ἄνδρα αὐτῷ γαμηθῆναι. τεκοῦσα δ’ ἐξ αὐτοῦ παῖδα Ἀγρίππαν αὐτὸν ὠνόμασε. λέγεται δὲ κατὰ τοὺς Τίτου χρόνους ἡ γυνὴ σὺν τῷ παιδὶ νεανίᾳ γεγενημένῳ ἀφανισθῆναι κατὰ τὸ Βέσβιον ὄρος, πυρφόρον ὂν καὶ τότε μᾶλλον ἐκπυρωθέν. Βερνίκη δὲ ἑτέρα
Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ἔτη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ ἐφ’ ἡμέραις εἴκοσι. λόγος δὲ ἦν ὡς ὑπό τῆς γυναικὸς Ἀγριππίνης φαρμάκοις ἀνῄρητο· ἧς πατὴρ ἦν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ Δομέτιος Αἰνόβαρβος τῶν ἐπισήμων ἐν Ῥώμῃ, οὗ τελευτήσαντος χηρεύουσαν αὐτὴν ὁ Κλαύδιος ἄγεται ἔχουσαν καὶ παῖδα Δομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει γὰρ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ἧς παῖδας εἶχε Βρεττανικὸν καὶ Ὀκτάβιον. καὶ Ὀκταβίαν δὲ πρεσβυτάτην τῶν ἀδελφῶν ἐκ προτέρας ἑτέρας γυναικὸς εἶχεν, ἣν τῷ Νέρωνι ἥρμοσε· τοῦτο γὰρ τὸν τῆς Ἀγριππίνης υἱὸν τὸν Δομέτιον μετωνόμασεν ὕστερον ὁ Καῖσαρ, εἰσποιησάμενος αὐτόν. ἴνα τοίνυν τούτῳ τὴν αὐταρχίαν περιποιήσηται ἡ μήτηρ Ἀγριππῖνα, κτείνει φαρμάκῳ τὸν Κλαύδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις καιροῖς καὶ τόποις εἰρήσεται, ὁ δὲ λόγος τῆς ἀκολουθίας ἐχέσθω.
Εἶχε μὲν οὖν ὁ Νέρων μετὰ Κλαύδιον τὴν τῶν [*]() [*](B) Ρωμαίων ἀρχήν, τὰ δὲ κατὰ τὴν Ἰουδαίαν ἐπεδίδου πρὸς τὸ χεῖρον διηνεκῶς, καὶ λῃστηρίων ἡ χώρα ἐμπέπληστο καὶ γοήτων ἀπατώντων τὸν ὄχλον, ὧν πολλοὺς ὁ Φῆλιξ συλλαμβάνων ἀνῄρει. ἔχων δὲ ἀπεχθῶς πρὸς Ἰωνάθην τὸν ἀρχιερέα ὁ Φῆλιξ, πολλάκις [*](Cap. 16. Iosephi Ant. 20, 8, §. 59.)
Σύρων δὲ καὶ Ἰουδαίων τὴν Καισάρειαν οἰκούντων οἱ μὲν Ἰουδαῖοι πρωτεύειν ἠξίουν ὡς Ἡρώδου [*](D) τοῦ σφῶν βασιλέως τὴν πόλιν ἐγείραντος, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασαν δὲ καὶ πρῴην πόλιν εἶναι Στράτωνος καλουμένην πύργον, καὶ μηδένα τότε τὴν πόλιν Ἰουδαῖον οἰκεῖν. διὰ ταῦτα τοίνυν τόν Καισαρέων στασιαζόντων, οἱ τῆς χώρας ἐπιμελούμενοι πληγαῖς τοὺς αἰτίους ᾐκίσαντο, καὶ πρὸς ὀλίγον τὸν θόρυβον κατεκοίμισαν. πλούτῳ δὲ τῶν Σύρων οἱ Ἰουδαῖοι προέχοντες, καὶ διὰ τοῦτο καταφρονοῦντες αὐτόν, ἐβλασφήμουν αὐτούς. οἱ δὲ χρήμασι μὲν ἡττώμενοι, θαρροῦντες δὲ ὅτι πλεῖστοι τῶν ὑπὸ Ῥωμαίους στρατευομένων Καισαρεῖς ἤσαν, μέχρι μέν τινος καὶ αὐτοὶ λόγοις τοὺς Ἰουδαίους ἀνθύβριζον· εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὶ ἐτρώθησάν τε καὶ ἔπεσον ἀμφοτέρωθεν· νικῶσι δὲ
Ὁ δὲ βασιλεὺς Ἀγρίππας δίδωσι τὴν ἀρχιερωσύνην Ἰσμαὴλ υἱῷ τοῦ Φαβεί. ἴσχον δὲ πρὸς ἀλλήλους στάσιν οἴ τε ἀρχιερεῖς καὶ ἱερεῖς σὺν τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν, καὶ ἐκακολόγουν ἀλλήλους καὶ λίθοις ἔβαλλον, καὶ ὁ ἐπιπλήξων καὶ τὴν στάσιν κωλύσων οὐκ ἦν. ἐς τοσοῦτον δὲ οἱ ἀρχιερεῖς ἠναιδεύσαντο [*](P) ὡς καὶ πέμπειν ἐπὶ τὰς ἅλωνας καὶ βίᾳ λαμβάνειν τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, ὅθεν οἱ ἄποροι τῶν ἱερέων ὑπ’ ἐνδείας ἀπέθνησκον Πορκίου δὲ Φήστου ὑπὸ Νέρωνος σταλέντος διαδόχου τῷ Φήλικι, οἶ Καισαρεῖς Ἰουδαῖοι κατηγόρησαν τοῦ Φήλικος παρὰ Νέρωνι· καὶ τάχα ἂν ἔτισε δίκας τῶν εἰς αὐτοὺς ἀδικημάτων, εἰ μὴ Πάλλας ὁ ἀδελφὸς αὐτοῦ μέγα δυνάμενος παρὰ Νέρωνι τὴν αὐτοῦ ὀργὴν παρῃτήσατο. καὶ οἱ ἐν Καισαρείᾳ δὲ Σύροι Βήρυλλον τὸν Νέρωνος παιδαγωγὸν δεξιωσάμενοι χρήμασιν, ἐπιστολὴν κομίζονται Καίσαρος δι’ αὐτοῦ τὴν Ἰουδαίαν ἰσοπολιτείαν τοῖς ἐν Καισαρείᾳ Σύροις ἄκυρον ἀποφαίνουσαν. ἐξ ἧς τὰ μετὰ ταῦτα [*](C) κακὰ τῷ ἔθνει ἐφύησαν διὰ ταύτην γὰρ τὴν ἐπιστολὴν Ἰουδαῖοι πρὸς τοὺς Σύρους μᾶλλον στάσεως εἴχοντο, μέχρις ἂν ἀνήφθη ὁ πόλεμος.
Φῆστος δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν κακουμένην [*](Cap. 17. Iosephi Ant. 20, 8, §. 10—11, §. 1.)
Ὁ μέντοι βασιλεὺς Ἀγρίππας οἴκημά τι μέγα δομησάμενος ἐν τοῖς βασιλείοις, ἐκεῖθεν ἐθεᾶτο τὰ ἐν τῷ ἱερῷ ἐνεργούμενα. πρὸς τοῦτο δ’ ἐχαλέπαινον οἷ τῆς πόλεως. τοῖχον οὖν ἐγείρουσιν, ὅς οὐ τῆς βασιλικῆς οἰκίας μόνης τὴν ἄποψιν ὑπετέμνετο, ἀλλὰ καὶ τῆς πρὸς δύσιν στοᾶς, ἔνθα τὰς φυλακὰς Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις ἠγανάκτησεν ὁ Ἀγρίππας, καὶ πλέον ὁ Φῆστος, καὶ καθελεῖν τὸν τοῖχον ἐβούλετο. οἱ δὲ παρεκάλεσαν ἐνδοθῆναι αὐτοῖς δεηθῆναι τοῦ Καίσαρος. καὶ συγ- χωρήσαντος Φήστου, πέμπουσι δέκα ἐκ τῶν πρώτων πρὸς Νέρωνα καὶ Ἰσμαὴλ τὸν ἀρχιερέα καὶ Ἑλκίαν τὸν γαζοφύλακα. καὶ ὁ Νέρων τῇ γυναικὶ Ποππαίᾳ ὑπὲρ Ἰουδαίων ἀξιούσῃ χαριζόμενος ἐκέλευσεν ἐᾶν τὴν οἰκοδομήν. καὶ ἡ Ποππαία τοὺς μὲν ἄλλους ἀφῆκεν ἐπανελθεῖν, τὸν δὲ Ἰσμαὴλ καὶ τὸν Ἑλκίαν κατέσχε παρ’ ἑαυτῇ ὁμηρεύσοντας. καὶ ὁ βασιλεὺς Ἀγρίππας ταῦτα πυθόμενος δίδωσι τὴν ἀρχιερωσύνην Ἰωσὴφ τῷ καλουμένῳ Δεκαβί, υἱῷ τοῦ ἀρχιερατεύσαντος Σίμωνος· εἶτα τῷ Ἄννᾳ υἱῷ τοῦ
Οὗτος οὖν ὁ νέος Ἄννας τὴν ἀρχιερωσύνην παρειληφὼς τολμητίας ἦν καὶ θρασύς. Φήστου τοίνυν [*](P) θανόντος, καὶ Ἀλβίνου μήπω καταλαβόντος τὴν Ἰουδαίαν, ὃς ἀντὶ Φήστου παρὰ Νέρωνος ἐστάλη τῆς Ἰουδαίας ἐπίτροπος, καθίσας συνέδριον, ἵν᾿ αὐτοῖς τοῖς Ἰωσήπου χρήσωμαι ῥήμασι, παράγει τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορῶν αὐτῶν, καὶ παρέδωκε λευσθησομένους. μένους. ὅσοι δὲ τῶν κατὰ τὴν πόλιν ἐδόκουν ἐπιεικέστατοι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ κατεῖπον αὐτοῦ καὶ πρὸς Ἀλβῖνον καὶ πρὸς Ἀγρίππαν. διὸ τὴν ἀρχιερωσύνην ἀφελόμενος ὁ βασιλεὺς ἐξ αὐτοῦ, μῆνας ἄρξαντος τρεῖς, Ἰησοῦν τὸν τοῦ Μνασέα κατέστησεν.
[*](C)Ἀλβῖνος δ’ ἐλθὼν εἰς Ἱεροσόλυμα σπουδὴν εἰσήνεγκεν εἰρηνεύειν τὴν χώραν, καὶ πολλοὺς τῶν σικαρίων διέφθειρεν. Ἀγρίππας δὲ τὴν ἀρχιερωσύνην δίδωσι Ἰησοῦ τῷ τοῦ Γαμαλιήλ, παύσας τὸν τοῦ Μνασέα Ἰησοῦν. στάσις οὖν τῶν ἀρχιερέων ἐγένετο, προσεταιρισαμένων τοὺς θρασυτάτους, καὶ μέχρι λίθων ἡ στάσις ἐξ ὕβρεων τῶν πρός ἀλλήλους προυχώρησεν. ὅθεν ἐξ ἐκείνου τοῦ χρόνου μάλιστα κακῶς ἔχειν τὴν τῶν Ἱεροσολύμων πόλιν συμβέβηκε, καὶ πάντα ἐπὶ τὸ χεῖρον προέκοπτον. Ἀλβῖνος δὲ Γέσσιον Φλῶρον μαθὼν ἀφικνεῖσθαί οἱ διάδοχον, προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῷ προδήλως θανεῖν ἄξιοι, τούτους μὲν ἀναιρεθῆναι προσ- [*](8 Ἰωσήπου] Antiq. 20, 9, )
ἐντεῦθεν οὖν ἡ τῶν Ἰουδαίων ἀποστασία εἰς [*](Cap. 18. Iosephi Belli Iudaici libri 3 et 4.)