Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
τί οὖν φημι; βραδέως ἐπὶ τὸν θάνατον ἥκω, βραδέως ἀνεμνήσθην τοῦ φαρμάκου. οὐ γὰρ ἐχρῆν εὐθὺς ἐπιτιμωμένου τοῦ σίτου; ταῦτ’ ἂν ἔπρεπε τὠ- μῷ πρὸς ὑμᾶς ἔρωτι. ἐγὼ δὲ ὁ μελλητὴς ἀνέμεινα τὴν τοῦ πλουσίου μέθην, ἐμέθυε γάρ, ἐμέθυεν ἐν τοῖς ἡμετέροις κακοῖς ἐπ’ ἐκκλησίας μέσης. καὶ ὥσπερ οὐκ ἐπὶ τοῦ βήματος ἑστηκώς, ἀλλ’ ἐν ἀκροπόλει καθήμενος οὕτως ἐπὶ τὸν ἐχθρὸν μετὰ τοῦ ξίφους ᾔει. καὶ τὸ ἐμοὶ τοῦδε βαρύτερον, μόνος σίτου τοσούτου δεσπότης ἠδυνήθη γενέσθαι. ἤκουσα φωνῆς ἢν οὐδ’ ἂν τῶν μάντεων προλεγόντων ἤλπισα· πωλῶ τροφὰς ὑμῖν τῆς τοῦ πένητος σφαγῆς. ὁ μὲν θνησκέτω, ὑμεῖς δὲ ἐσθίετε.