Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
19. Ναί, φησιν, ᾔτησε μέν, λαβεῖν δὲ οὐκ ἠδυνήθη. καὶ πῶς οὐκ ἄλογον ἀθυμεῖν ὑπὸ τοῦ δήμου φρουρούμενον; ἐγὼ δὲ τὸν μὲν δῆμον, ὅπερ [*](14 cf. p. 193, 15) [*](1 κἀμὲ Β 3 ἄλλοτ’ VM edd 4 θαλάσσης Η scriptura in Cr incerta 5 ἀνθρώποις om Va 6 γοῦν om Β γε Η scriptura in Cr incerta | ἴσα scripsi ex HVBMVa scriptura in Cr incerta ἴσον edd 9 οὐ γὰρ in lac 4 litt om Β 11 πρὸς scripsi auctore Re περὶ libri edd ἡμᾶς MVa sed in hoo η in υ corr, Mor 12 ἐμέθυεν ἐν] ἐμέθυε CrHV 15 τοῦ cm V | εἴη Va 16 τοσούτου σίτου BMVa scriptura in Cr incerta 18 μάντεων Va sed ἄντε in ras m 2 21 φησι VVa edd scriptura in Cr incerta)
193
ἀρχόμενος εἶπον τοῦ λόγου, πάσης ἄξιον εὐφημίας ἡγοῦμαι, τὴν δ’ ἀπὸ τοῦ τὸν ἐχθρὸν τολμῆσαι ταῦτ’ ἐν ὑμῖν εἰπεῖν ἀθυμίαν οὐδὲν ἄν μου τῆς ψυχῆς ἐξ- έλοι. τοῖς μὲν γὰρ ἄλλοις δεινότατον εἶναι δοκεῖ πληγὰς ὑπὸ τῶν δυσμενῶν λαβεῖν καὶ εἰς τὸ σῶμα ὑβρισθῆ- ’ναι, ἐμοὶ δὲ ἀφόρητον, εἰ προπηλακίζοιτο νόμος, ὥσπερ αὖ μέγιστον εἰς εὐφροσύνην | ἰσχὺν ἔχειν τοὺς [*](RIV 233) νόμους.