Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἄγει τοίνυν καὶ ἐμὲ πρὸς τὸν θάνατον ἡ τοῦ σίτου σπάνις. εἰ γὰρ καὶ κοινὸν τοῦτο πόλεων καὶ ἄλλοτε ἄλλως ἐπιὸν καὶ οὐ τοῦτό γε μόνον, ἀλλὰ καὶ λοιμοὶ καὶ σεισμοὶ καὶ θαλάττης ἐπικλύσεις καὶ τούτων ἔτι πλείω προσβάλλειν ἀνθρώ- ποις εἴωθεν, ἀλλ’ ὑμᾶς γοῦν ἐβουλόμην ἴσα θεοῖς εὐτυχεῖν. ὑμεῖς γὰρ ἐμοὶ πάντα, παῖδες, περιουσία, ψυχή.