Declamatio 9

Libanius

Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

τί οὖν; παρὰ τοῦτο τοὺς πονηροὺς μιμησόμεθα; καὶ σὺ μὲν οὐκ ἐμιμοῦ τοὺς δειλοὺς τῶν στρατηγῶν, ἐμὲ δὲ ἠξίους τοὺς κακοὺς τῶν πατέρων; καὶ μὴν τοῖς μὲν τῶν οὐκ εὖ πεφυκότων πατράσι κἂν συγγνοίη τις οὐκ ἀποκηρύττουσιν εἰδόσιν ὡς ἀμήχανον μεταστῆσαι τὴν φύσιν καὶ ποιῆσαι μεγάλην ἐκ μικρᾶς· ἡμῖν δὲ ὑπὲρ μεγίστων ἦν, ὦ Θεμιστόκλεις, ὁ λόγος τῆς σῆς φύσεως, ἣ μαντεύεσθαι παρεῖχεν ἃ δὴ δέδεικται. οὔκουν ἄξιον ἦν αὐτὴν παριδεῖν ἀπολλυμένην παρ’ ἐμοί;