Declamatio 9
Libanius
Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
Ἀλλ’ εἰσὶν οἳ παίδων κακίας εὐχερῶς ἤνεγκαν. οὐ λέγεις μοι πατέρας, ὦ Θεμιστόκλεις, ἀλλ’ ἐχθροὺς καὶ πολεμίους καὶ ὧν ἐγέννησαν ὀλέθρους καὶ οὓς ἐγὼ φαίην ἂν εἶναι τῶν ἀνδροφόνων κακίους, οὓς οὐδὲ τὰ δίκαια τῆς φύσεως ἠνάγκασε γενέσθαι χρηστούς. σὺ μὲν οὖν φὴς εἶναί τινας οἱ παισὶν ἐπέ- τρεψαν ὅ τι βούλονται δρᾶν, εὕροι δ’ ἄν τις ἴσως καὶ παιδὸς πατέρα προαγωγόν, εἰ καὶ μὴ παρ’ ἡμῖν, μὴ γὰρ εἴη τις τοιοῦτος Ἀθήνησιν, ἀλλ’ ἑτέρωθι.