Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Μόλις ἥψω τῶν σαυτοῦ καὶ γέγονας ἐπιστάτης τῶν τῇ σῇ πρεπόντων φύσει. πρότερον δὲ ἄρα Ἡρακλῆς ταλασίας ἠναγκάζου φροντίζειν κοὶ λύειν στάσεις ἀνθρώπων, οἶς ἡδέως [*](6 VII β΄, ρξς΄, Va ζ΄, ρνς΄. Vo (ζ), ρνς΄. Μο 20 VII β΄, ρξζ΄. Va ζ΄, ρνζ΄. Vo (ζ΄), ρνζ΄. Μο) [*](4 cf. ep. 1098 7 Seeck 49. 394 21 Sieven 107 not 21. Seeck 272. 395 23 cf. t. II 568, 20) [*](4 λόγοις D 5 εἱστιῶντο om D 8 γράμματα VVo 9 χάρτου e χάριν(ς?) τοῦ corr Vo 10 γε scripsi aactore Re τε ἀλαζὼν V Va Vo Wolf om Μο 12 σεμνὸς Mo 13 νῦν reposui e libris μὲν Wolf 17 ἢν ποιεῖ Va 23 τὰ λασίας Vo)

694
ἂν προσέθηκας πολέμους.

ἀλλ’ ἐκεῖνα μὲν εὖ ποιοῦντα οὄχε- ται, τὰ δὲ νῦν βωμοὶ καὶ νεῴ καὶ τεμένη καὶ ἀγάλματα κο- σμούμενα μὲν ὑπὸ σοῦ, κοσμοῦντα δὲ σὲ καὶ γένος.

ἔχων δὴ τηλικούτους συμμάχους κωφὰ μὲν ἡγοῦ τὰ τῶν ἀνοσίων βέλη, κάθιζε δὲ κλάοντας τοὺς καταγελάσαντας πολὺν δὴ χρό- νον τῶν βελτιόνων. ὀφείλεις δὲ χάριν τοῖς θεοῖς πατὴρ γε- γονώς. ἣν ἀποδοῦναί σε χρὴ βοηθοῦντα τῶν ἱερῶν τοῖς κει- μένοις.

ταυτὶ μὲν οὖν οἶδ᾿ ὅτι ποιήσεις, ὥστ’ εἶναι πολὺ τὰ διὰ σοῦ τῶν ἑτέρωθι καλλίω· τὰ δ’ ἡμέτερα, μικροῦ με τοῦ θέρους ἡ κεφαλὴ κατηνάγκασεν αὐξηθέντος τοῦ κακοῦ χρησμῷ κιβδήλῳ.

νοσῶν δὴ τὸ σῶμα πῶς ἂν δυναίμην οἶος πρὶν εἶναι περὶ τοὺς λόγους, ὃς οὐδὲν οὔτε λέγειν οὔτ ἀκούειν βούλομαι πλὴν περὶ τῆς κεφαλῆς;

ὕμνηται μὲν οὖν ὁ γενναῖός μοι βασιλεύς, βραχεῖ δέ τινι μάλα λόγῳ· φασὶ δὲ αὐτὸν εἶναι καλόν, ἀλλ’ ἐγὼ οὐ πείθομαι, καὶ διὰ τοῦτο κρύψας ἔχω ἢν οὗν παρέλθῃ τὸ νέφος καὶ τῆς Αἴτνης ἀπ- αλλαγῶ καὶ κομίσωμαί τινας δυνάμεις, καὶ γράψω τι τοῦ πέμ- πειν ἄξιον, ὃ πρὸ ὑμῶν ληψόμενος οὐκ ἔσται.