Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εἴ μοι χρυσὸν ἀποστέλλων πολύν τε καὶ Κολοφώνιον ἢ ἄλλο τι χρυσοῦ τιμιώτερον ἄνευ γραμμάτων ἀπέστελλες τὸ δῶρον, οὐκ ἂν οἴει τὸ πρᾶγμα ἄτοπον εἶναι καὶ φιλοῦντος μέν, οὐ θαρροῦντος δέ;

εὖ τοίνυν ἴσθι πρὸς τὴν αὐτὴν ἀτοπίαν ἥκων μετὰ σιγῆς πέμψας τοὺς υἱεῖς. μᾶλλον γὰρ ἂν ἦν εἰκὸς οἴκοι τούσδε κατέχοντα νόμῳ προσρήσεως γράφειν ἢ διδόντα μοι τοὺς παῖδας ἐπιστολὴν μὴ τολμῆσαι προσθεῖναι.

ἀλλὰ σὺ μὲν ἀπολογίαν ζήτει, ζητήσεις δέ, οἴμαι, τὸν πάντα [*](9 VII β΄, ρξέ. Va ζ΄, ρνε΄. Vo (ζ΄), ρνε΄. Μο. S α΄, λη΄. Vi [ροα΄]. D ροα΄) [*](10 cf. ep. 790. Seeck 242 IV. 394 11 Salzmann 38 16 cf. ep. 790) [*](2 ἀφὶκται? 5 μεῖζον scripsi μεῖζον et 2 litt eras V μείζο- νας Vo Wolf Add 863 μείζονες Mo Wolf μείζοσιν Va μειζό- νως Re („aut μεῖζον aut μείζονα potius aut μειζόνως'' 6 αὐτῶν VVaVo Wolf 8 χρήσεται scripsi e Μο χρήσηται V VaVo Wolf 10 πομπιηανῶ D πεκτάτῳ S σπεκτάτω Vi 11 ἐμοὶ V sed in εἴ μοι corr m2, Va Vp S Vi 12 ἀποστέλλων V sed in ἀπέστελλες corr m2, S Vi 13 οἴει] εἴη Vi 13 sq. καὶ φιλοῦντος μέν, οὐ θαρροῦντος δέ; scripsi e Μο φιλοῦντος δὲ οὐ θαρροῦντος V Va Vo S Vi D Wolf φιλοῦντος μέν, γράφειν δὲ οὐ τολμῶντος Re 14 εὖ eras Mo 15 ἀπολογίαν D | ἂν inserui e V Va Vo Mo D om S Vi Wolf 16 εἰκὸς ἦν Vi | τούς τε κατέ- χοντος D I γράφειν] μᾶλλον Vi 17 μοι om Vi)

693
χρόνον, οὐ γὰρ εὑρήδεις· ἐμὲ δὲ οὐ ποιήσει πρὸς τούτους ἀργότερον τὸ μὴ γράμματα λαβεῖν οὐ μόνον διὰ τὴν πόλιν ὑμῶν, ἣν οἶμαι δεῖν οὐχ ἧττον ἢ τὴν ἐμαυτοῦ φιλεῖν, ἀλλ’ ὅτι καὶ πρὸς λόγους ἐρρῶσθαί μοι δοκοῦσι καὶ πρὶν ὶδεῖν ἐμὲ τῶν ἐμῶν εἱστιῶντο.

φξθ'.

[*](W 679)

Ἀετίῳ. (362)

Νέοι μὲν οὐκ ὀλίγοι παρ’ ὑμῶν ὡς ἡμᾶς, γράμμα δὲ οὐδὲν παρὰ σοῦ. πότερον δή σε χάρτου φείδεσθαι φῶμεν ἢ μέλανος; οὐ γὰρ δὴ λόγων γε τῶν πρὸς ἐπιστολὴν ἀπορεῖς, ὅς γε ῥεῖς ἐν δικαστηρίοις ὑπὲρ τὰς κρήνας.

ἴσως ὅτι τὸν πλοῦτον, ὃν ἔκρυπτες, ἐκδιδοὺς τὸ θυγάτριον ἔδειξας σεμνὸς ἡμῖν γέγονας. ἐγὼ δέ σε ἠξίουν νῦν μέτριον εἶναι, τότε μὶν γὰρ αὐτὸς πλούσιος ἦσθα, νῦν γε κηδεστὴς πλουσίου. τοῦτο δέ ἐστιν ἕτερον ἔχειν τὰ σά.

μᾶλλον οὖν σε νῦν εἰκὸς καὶ μεμνῆσθαι τῶν φίλων καὶ τὰ τοῦ μεμνημένου ποιεῖν, ὅπως καὶ συμμάχους ἰπὶ τὸν κηδεστὴν ἔχῃς, ἢν ποιῇ τὰ τῶν πολλῶν κηδεστῶν, οἱ τὰ μὶν ἔχοντες, εἰς δὲ τὰ βλέποντες μάχονται.