Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ἢν οὖν τις ἐπιγράφῃ με τῳ τροποίῳ, μέμνησο τοῦ Μαραθῶνι τροπαίου καὶ τῶν μὴ συμμεμαχημένων μὲν Λακε- δαιμονίων, ἐγγεγραμμένων δέ οὕτω γὰρ ἥκιστα παρακρου- σθήσῃ.
φξς΄.
[*](W 676)Ἱερακίῳ. (362)
Τοιοῦτος ἦν ἐκ παιδὸς ὁ Διόφαντος· σώφρων, ἐπιεικής, ἐθελουργός, τοῖς βελτίστοις ἀρέσκων εἰ οὖν εἰς τὸ αἷμα τῆς ἀρετῆς τὸ πλέον ἔρχεται, σοὶ δεῖ τὴν χάριν ἔχειν κἀμὲ καὶ Διόφαντον τὰ σὰ καλὰ διὰ μέσης τῆς μητρὸς ἐδέξατο.
εἶναι μὲν οὖν αὐτὸν εἰς ἐμὲ χρηστὸν καὶ ἔσεσθαι πιστεύω· ποιείσθω μέντοι πρὸς ἐμὲ τὰς ἀμοιβὰς ἀπὸ τοῦ πειρᾶσθαι λέγειν, τῶν δ’ ἄλλων ἀφείσθω φροντίδων.
φξζ΄.
[*](W 677)Μαξίμῳ. (362)
Ἀχίλλιος οὑτοσὶ καὶ συνεφοίτησέ μοι καὶ παῖς αὐτῷ τρέ- φεται παρ’ ἐμοὶ φύσεως τε ἐγρηγορυίας καὶ πονεῖν εἰδώς. τὸν δὲ Ἀχιλλίου τρόπον ἀρκεῖ δηλῶσαι τὰ περὶ τὴν οὐσίαν, ἣν οὐ μεγάλην ἐκ μικρᾶς ἐποίησε κακῶς, ἀλλ’ ἐκ πάνυ μεγά- [*](8 VII β΄, δξγ΄. ζ΄, ρνγ΄. ζ), ρνγ΄ Μο 17 VII β΄, ρξδ΄. Va ζ΄, ρνδ΄. Vo ζ; δνδ΄). Μο) [*](6 Errat Libanius. cf. Paus. I 32,3 9 seeck 176. 394 10 Xen. r. equ. 10, 17 18 Sievers 230, 9. Seeck 207 VI, 394 19 Seeck 47 II) [*](2 αὐτοῦ libri Wolf 6 μὴ scripsi e V Mo om VaVo οὐ Wolf 11 ἐθελουργός τε Va sed τε suppl m5 12 ἀρχῆς Μο) [*](13 τὸν ante Διόφαντον Wolf delevi 20 εἰδώς scripsi e Va Vo Mo V Wolf 21 ἀρκεῖ δηλῶσαι bis Va ἦν Va)
καὶ νῦν ἥκει λειτουργήσων, δεῦρο δὲ ἀφῖκτο τὸν υἱὸν ὀψόμενος. δύο γὰρ δὴ ταύτας ἔχει φροντίδας, τὸν παῖδα καὶ τὴν πόλιν. ἔστι οἶμαι, καὶ τὸ τοῦ παιδὸς τῆς περὶ τὴν πόλιν προνοίας· ὡς ὅσοι τῆς τῶν υἱέων ἐπιμελοῦνται διανοίας, πολὺ μεῖζον εὖ ποιοῦσι τὰς αὑτῶν ἢ ὅταν χορηγῶσι λαμπρῶς.
σὺ τοίνυν κἀκεῖνο τιμῶν καὶ τοῦτο ἐπαινῶν καὶ τοὐμὸν ἐννοῶν ποίει, ὅπως κούφῳ χρήσεται τῷ φορτίῳ.