Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὐκ ἐλύπεις με πρός με σιγῶν· ἐκ γὰρ ὧν ἐν ἄλλοις λέγων εὐδοκίμεις εὔφραινες. ἄγγελοι δὲ τούτου πολλοὶ μέν, οὐδεὶς δὲ οἷος ὁ περὶ μὲν χεῖρα ἀτυχήσας πολίτης ἡμέτερος, τὴν δ᾿ ὑμετέ- ραν οὐ χείρω τῆς οἰκείας εὑρών. οἷα γὰρ ἐν μακρᾷ καθέδρᾳ καὶ προσέτι δεινὸς ὢν ἐξετάσαι πολιτευομένου δύναμιν ὡς ἂν ἐν τοῖς αὐτοῖς ζῶν πάντα μὲν συνέλεξε, πάντα δὲ ἐμήνυσεν.
οὐδὲν δὲ ἦν ἐφ’ ᾧ μὴ πάνυ χαίρειν παρῆν· τήν τε γὰρ οὐσίαν ὑμῖν ἔφασκεν ἐπιδεδωκέναι, καὶ τὸ ἔτι κάλλιον, ἐκ δικαίων ἀφορμῶν, τῶν τε ἐκ τοῦ λέγειν εὐδοκιμούντων εἶναι καὶ σὲ καὶ τὸν ἀδελφὸν βλέπειν τε εἰς ὑμᾶς τὴν πόλιν μετὰ τὸν ὑμέτερον θεῖον ἔν τε ταῖς ἐλπίσιν εἶναί τι λαμπρότερον.
ἀλλὰ καὶ ὡς ᾤχου δίκης καλούσης εἰς Θρᾴκην καὶ ὡς [*](7 VII β΄, ρκη΄. Va ζ΄, ρις΄. Vo (ζ΄), ρις΄. Μο. S γ΄, κ΄. Ath) [*](4 cf. ad ep. 285 p. 270, 10 8 Sievers 289, 2. Seeck 50 392 11 Obodianus cf. ep. 698. Seeck 222) [*](1 τίς VVo 5 αἰτιάσασθε scripsi e V sed ἑ in ras αἰτιά- σεται VaVoMo Wolf | ὦν VVo sed ex ὃν corr V5Vo3 | ἀπέλα- βεν VVo sed in hoc β in ὒ corr m3, Μο | τούτων V sed e τοῦτον corr m5 9 ἐν ἄλλοις] ἀλλήλοις Ath | λέγων scripsi e VoMoSAth λόγων VVa Wolf 10 εὐδοκίμεις scripsi e VaS Ath εὐδοκιμεῖς VVoMo Wolf | εὔφραινες scripsi ex Ath εὔ- φρανες VVaVo sed in hoc α in αἰ corr m3, MoS Wolf 11 μὲν om SAth | ὑμέτερος Vo | δὶ Wolf 12 οἶσ Ath 14 ἐμή- γρ σέ τε νυσε Va ἐμήνυσας Ath 17 γε MoS 18 καὶ σέ ὃ 19 ἡμέτερον Ath | τί VVo 20 θράκην Ath)
ἀναγινώσκων δὴ τὴν ἐπιστο- λὴν ἑώρων μὶν ὡς οὐ μόνον τὰ κοινὰ πράττεις, ἀλλὰ καὶ τῶν βιβλίων ἔχῃ· πλέον ἴε ἡδόμην, ὅτι κοὶ προσέθηκας τοῖς πατρῴοις ἀγροῖς.