Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ἐγὼ μὶν οὖν καὶ δι’ Ἄγκυραν, ᾗ πολλὰς ὀφείλω χάριτας, καὶ διὰ σὲ καὶ διὰ τὸν θεῖον τοῦ νέου πάσῃ μὲν προθυμίᾳ, πάσῃ δὲ παρακλήσει χρήσομαι· δεῖ δὲ καὶ τὸν σὸν υἱὸν τῶν κινούν- των με μᾶλλον ἢ τῶν κινεῖσθαι δεομένων γενέσθαι.

πείθο- μαι δὲ ὡς ἔσται τῶν ἐπιθυμούντων ὅ τε γὰρ οὐκ ἐῶν θαυ- μάζεσθαι λόγους καιρὸς παρελήλυθε τό τε ὄνομα τῷ παιδὶ παντὸς ἰσχυρότερον προτρεπτικοῦ.

ψκθ΄.

[*](W 641)

Παγκρατίῳ. (362)

Ἕνεκα μὲν λόγων ἐξ Ἐλευσῖνος εἰς Ἐλευσῖνα πέπομφας τὸν ἔταφον, ταὐτὰ γὰρ οἴμαι μυστήρια, καὶ λόγοις οὐ καινοῖς [*](5 VII β΄, ρκς΄. Va ζ΄, ριδ΄. Vo ζ΄), ριδ΄. Μο. Ath 19 VII β΄, ρκζ΄. Va ζ΄, ριε΄. Vo (ζ΄), ριε΄. Μο) [*](6 Seeck 84. 392 10 cf. ep. 1165 20 Seeck 230 II. 392) [*](1 σοῖς inser V4 6 ἀρίονι Αth cf. ep. 1165 7 υἱεῖς V λόγον V Ath 10 ἡμῖν V 11 οὐ ante πρέπον VVo sed in hoc del m3, Wolf delevi cum Re sed „aut ὐ del. aut, si servetur, etiam ante φυλάττειν debet οὐ addi, ut sit οὐ φυλάττειν μὲν οὐ πρέπον, sed prius “ Suppl 17 παρελήλυθεν Va 22 ταῦτα VaVo sed in hoc in ταυτὰ corr m3 | κενοῖς VVaVo sed in hoc αι supra ε m3)

654
ἐντεύξεται, τὴν δ’ ἀποδημίαν αὐτῷ πεποίηκε δόξα τις περὶ Σύρων, οὐ σοφιστοῦ δύναμις. δοκεῖ γάρ πως ἡ πρὸς τὸ ἔθνος ὁμιλία δύνασθαι ψυχὰς ἀκονᾶν καὶ ποιεῖν ἐπιτηδείους χρῆ- σθαι πράγμασιν.

ἢν οὖν ὀξύτερος ὁ νέος ἐπανέλθῃ, τὴν πόλιν αἰτιάσασθε μᾶλλον ἢ τὸν ὧν ἀπέλαυεν οἴκοι τούτων ἐν ξένῃ μεταδόντα.