Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Συνησθεὶς σοί τε καὶ τῷ σῷ πατρί, τῷ μὶν τῆς εἰς σὲ μεγαλοψυχίας, σοὶ δὲ τοῦ τὸν πατέρα ἀρέσκειν, ὥστ’ ἐκείνου ζῶντος πάντων καταστῆναι κύριον, ἐν τοῖς δευτέροις σὲ μὲν ὁμοίως ἐπαινεῖν ἰχῶ, τὸν δὲ οὐκέτι.

σὺ μὲν γὰρ τῶν τε ἡμετέρων μεμνημένος λόγων καὶ τὸ πρᾶγμα ἐξετάζων ὀρθῶς οἷος εἶ τῇ πατρίδι λειτουργεῖν, ἐξ οὗ δόξα τε καὶ δύναμις γένοιτ’ ἂν καὶ πρὸ τούτων γε τὸ τὰ δίκαια πρὸς τὴν οἰκείαν ποιεῖν· ὁ δὲ σὲ πέμπει ῥίψοντα τὰ ὄντα εἰς τὴν θάλατταν. εἰ γὰρ μήτε ἐκεῖ μέγα τι παρὰ τὴν δαπάνην ἕξεις οἴκοι τι [*](11 VII β΄, πκθ΄. Va ζ΄, ριζ΄. Vo (ζ΄), ριζ. Μο. S δ΄, ξε΄. W ρθ΄. Vind ρλγ΄. Ath) [*](12 cf. ep. 805, Seeck 182. 393 13 Maximo cf. Seeck 210) [*](3 ταὐτά scripsi ut coni Wolf ταῦτα libri Wolf 5 τό ante πέμψαντα S | οἰπερ Va 7 με post βιβλάφθαι Ath ἀναγιγνώσκων VaVo 8 δὴ ante τὰ Ath 10 πατρώοις VS Ath 13 σῷ om W | τῷ)] αὐτῶ Μο | ἐμὲ VVaVoMoSVind Ath 15 sq. σὲ μὶν ὁμοίως] ὁμοίως σὲ μὲν WVind 16 οὐκ τῇ πατρίδι ante ἔχω S | τε om MoSAth 18 ὄιος τε εἶναι τῶ πατρὶ S 19 οἰκείαν scripsi e Vo sed ε inser m5, Ath ut coni Re ἰκίαν VVaMoSWVind Wolf 20 niftxtt Bcripai e VVaVoS WVind Ath πέμψει Mo Wolf | ῥίψαντα V 21 μήτ᾿ MoWVind Wolf περὶ MoVind | ἔξης Va | τ᾿ V Mo Wolf)

656
οὐκ ἰσχύσεις ἑτέρωθι δαπανώμενος, πῶς οὐκ ἀπολεῖταί σοι τὰ χρήματα τῇ ψήφῳ τοῦ δεδωκότος;

πεῖθε οὖν αὐτὸν μὴ τὴν ἐν τῇ παροιμίᾳ μιμεῖσθαι βοῦν μηδ’ ὃ ἠμέλχθη γάλα λακτίσαντα ἐκχέαι. πρὸς γὰρ τῇ περὶ τὰ χρήματα βλάβῃ καὶ εἰς τὴν πόλιν ζημιώση.

εἰ μέντοι πολιτεύοιο τοῖς καθ’ ἡμέραν παρὰ τοῖς ἄρχουσιν ἀγῶσιν, ἀμείνων ἔσῃ καὶ τὸ νῦν ἐπαινούμενον ῥεῦμα πλέον ἐργάσῃ· πράξας δὲ ἃ ’κείνῳ δοκεῖ, τῆς μὲν οὐσίας οὐ μικρὸν ἀφαιρήσεις, ἐν ἀργίᾳ δὲ καὶ ὕπνῳ τὸν λοιπὸν βιώσῃ χρόνον τὰ μὲν τῶι πέλας ὁρῶν αὐξόμενα, σοὶ δὲ πλὴν ὀνόματος κενοῦ γεγενημένον οὐδέν.