Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Τῇ πρὸς Καρτέριον ὀργῇ Μούσαις τε καὶ πᾶσι λογίοις θεοῖς ἔπραξας κεχρισμένα, οὓς ἐκεῖνος ἀφεὶς καὶ ταῦτα αὐ- τῶν τυχὼν ὅπλα τε ἐώνηται καὶ τὸν Ἄρη θεραπεύει καὶ γέ- γονεν ἀντὶ ῥήτορος στρατιώτης.
ἀλλ’, ὦ μακάριε, βλέψας πρὸς τὸν παρόντα καιρόν, ὃς τὰ μὲν ἐκείνων ἦρε, τὰ δ’ ἡμέ- τέρα καθεῖλε, — πάντως δὲ ἀπὸ τῶν σῶν εὐθὺς ἡ πίστις, προσθείην δ’ ἂν ὅτι καὶ ἐμῶν, οἳ πολλῷ χείρους ἡμῶν ἐπαι- νεῖν ἠναγκάσμεθα φοβούμενοι μετὰ τῆς δυνάμεως αὐτῶν τὴν ἄνοιαν — διὰ δὴ ταῦτα νομίσας Καρτέριον εἰκός τι πεπον- θέναι πρὸς τὸ λυσιτελοῦν κεχωρηκότα τῷ μὲν παρελθόντι χρό- νῷ τὴν εἰς τὸν Ἑρμῆν ὅρισον χάριν, τὰ λοιπὰ δὲ ἔστω φιλαν- θρωπότερα μᾶλλον ἢ ἀκριβέστερα, ὅπως καὶ αὐτὸς ἀπολυ- θείην αἰτίας. οὐ γὰρ σὺ δοκεῖς ἀμνημονεῖν τῶν πρὸς ἡμᾶς [*](8 VII β΄, νδ΄. Va ζ΄, μβ΄, Vo (ζ΄), μβ΄. Mo. D ρνα΄. Ath) [*](7 Thuc. IV 38sq. Arist. eq. 576. 766. 281. 702. Prov. Coisl. 201 9 Sievers 147 not. 69 de anno 357 cogitavit. Seeck 207. 386) [*](2 ἢ — ἀγόντων praemisio κείμενον in marg V3 om VaVo) [*](3 ὥσθ’ ὅτι σοι πέμπειν αὐτὴν scripsi e V sed in marg m3, Μο sed in lac et om αὐτὴν, Ath om VaVo sed in hoc εἴτε καὶ οὕτως inser m5, ὅτι τοίνυν Wolf | τοῖς φέρου- σιν ante ἐπῆλθεν inser Vo5 4 διδάξεισ V sed εισ e σ ὲν corr, διδάξειε Va 6 δείξειεν Va Ath δείξειε Vo 14 ᾖρεν et 15 καθεῖλεν Va 16 καὶ] γ’ Μο | οἲ Vo sed ' add m5)
ἔπειτα ὑβρίζομαι ταῖς ὑποψίαις. ἀλλὰ σὺ τοῦτο ἄνελε καὶ δεῖξον ἐμ τε οὐ κακοῦργον σαυτόν τε πόρρω τοῦ ψεύδεσθαι.