Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Εἰ περὶ τὰς τῶν δυνατῶν ἠπιστάμην στρέφεσθαι θύρας, ἦν ἂν καὶ αὐτὸς τῶν δυνατῶν· νῦν δέ εἰμι μὲν ἀσθενής, αἰσχύνομαι δὲ οὐδαμῶς, ἀλλ’ ἀρκεῖ μοι τὸ ᾄδειν, ὥσπερ τῇ ἀηδόνι.
γράμματα δέ σοι πέμπειν πολλὰ οὐκ ᾠήθην δεῖν πολλὰ μὲν πράττοντι πράγματα, πολλὰ δὲ δεχομένῳ γράμ- ματα· τοῖς γάρ τοι βαρυνομένοις τῶν πλοίων οὐ δεῖ προστι- θέναι φορτία· ἐπεὶ δὲ πλήθους ἐπιθυμεῖς, Λυδὸν εἰς πεδίον ἴσθι προκαλούμενος.
τῆς μὲν οὖν ἐπιστολῆς, ἣν πρὸς Ἀκάκιον ἔπεμψας, οἶδά σοι χάριν, ἐδείκνυ γὰρ τὸν ἐσπουδα- κότα καὶ βουλόμενον ἔργον ἰδεῖν, ἄλλος δ’ ἂν ἀφοσιωσάμενος ἀπηλλάγη· περὶ δὲ τῆς στοᾶς σοι σκεπτέον, ὅπως εὔφημόν τι λέγοιτο περὶ αὐτῆς καὶ μὴ δοκῶν τῷ Διονύσῳ χαρίζεσθαι τὸν πατέρα λυποίης τοῦ Διονύσου τὸν Δία.