Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὁμολογῶν ἀδικεῖν τῷ μὴ γράψαι σαυτὸν ἀφῄρησαι τὸ κατηγορεῖν ἔχειν. ἐγὼ γὰρ ἤδη γίνομαι τῶν ἀμυνομένων, οὐ τῶν ἠδικηκότων, εἴ γε τὸ ἀμύνεσθαι νόμῳ δέδοται.

πρὸς δὲ καὶ οὕτω σε κινήσειν ἔμελλον εἰς τὰ γράμματα σιγήσας. εἰ [*](1 Vι γ΄, ρπη΄. Va ς΄, ε΄. Vo [ς΄, ε΄] 16 Vι γ΄, ρπθ΄. Va ς΄, ς΄. Vo ς΄, ς΄. S α΄, ιη΄. Vi [qβ΄]. Vind γ΄. D κδ΄) [*](2 Seeck 91. 330 9 Salzmann 60 17 Seeck 272. 330) [*](6 ἶσον V Wolf | τὸ V sed in rm corr m4, Va 9 μεγάλῳ Va sed με del | ποιῇ reposui e libris ποιεῖς Wolf 11 ι del et καὶ ἡλίαν ἀργῶς suppl Va5 12 voce τοῦτο inc Vo fol 96 τοῦτο V sed o in ’ corr m4 14 ἐπιθυμεῖς scripsi e V ἐρᾷς VaVo Wolf 18 σαυτὸν — 19 ἔχειν praemissia verbis ἀφῄρη- μαι ἀντὶ ἐστέρησα ὡς καὶ λιβάνιος citat Lacapenus epimer. cod. Mosq. fol. 31 19 γίγνομαι VaVo 20 εἴ γε — δέδοται prae- missis verbis ἀμύνομαι ἀντὶ τιμωροῦμαι.. ὡς καὶ λιβάνιος citat Lacapenus epimer. cod. Mosq. fol. 28 | ἐπειδὴ Lacap | ἀμύνα- σθαι sed ε supra α Lacap | δίδοται Lacap 21 παρακινήσειν S | ὡς V sed εἰς suprascr m4 Vi)

475
γὰρ ἔγραφον οὐκ ἐπιστέλλοντι, σὺ μὲν ἐτρύφας ἄν, ἐγὼ δὲ ὧν ἐπεθύμουν ἠπόρουν νῦν δέ σε τῷ μὴ γράψαι κακῶν τῇ ἐμαυτοῦ σιγῇ τὴν σὴν ἔπαυσα.

βεβαρβαρῶσθαι δὲ ὅταν λέγης, εἰρωνεύῃ σαφῶς καὶ καταψεύδῃ τῆς Μηνὰς, ἣν δή σοι παρεῖναι πείθομαι ὥσπερ οὖν τῶν τεττίγων οὐκ ἂν ὴνε- σχόμην λεγόντων ὅτι ἄρα γένοιντο βάρβαροι, οὓς αὐτὸ τοῦτό γε τέττιγας ἐποίησε τὸ θαυμάσαι μουσικήν, οὕτως οὐδὲ Σέ- λευκος πείσει με φάσκων αὑτῷ χείρω γεγονέναι τὴν φωνήν.

σὺ γὰρ δὴ καὶ πονῶν εἰς λόγους καὶ μὴ πονῶν ἐπτέρωσαι τοῖς λόγοις δῶρον, οἶμαι, τοῦτο παρὰ τῆς φύσεως ἔχων ῥεῖν ἀεὶ καὶ μετὰ κάλλους γε τοῦτο ποιεῖν. μαρτύριον δὲ τὰ γράμ- ματα αὐτὰ πάση γεγραμμένα τέχνῃ.