Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὐκ ἐπιλελησμένους τῆς ξενίας ἀναμιμνήσκεις, ἀλλὰ καὶ πρὸς ἄλλους εἰπόντας, ὅστις εἰς ἡμᾶς γένοιο. τῶν ξενίων δὲ ἐκείνων οὐ χείρω ταυτὶ τὰ γράμματα.
καίτοι γε γραμμά- των ἑτέρων ἐπιθυμεῖν ἴσον εἰς τιμὴν τῷ γράφειν αὐτόν. ὥστε τοῖς μεγίστοις εὐφραίνεις τρισίν, οἷς τε κατελύομεν παρὰ σοὶ καὶ οἷς ἐπιστέλλεις καὶ ὅτι τὸ λαβεῖν παρ’ ἡμῶν ἐπιστολὴν ἐν μεγάλῳ ποιῇ.
ἐγὼ δὲ οὐ κατὰ τοὺς κακοὺς ἐμέλλησα αὐ- λητάς, ἀλλ’ οἱ διδόντες, ὅπως λάβοιεν, οὐκ ἔπραττον. καὶ οἱ μὲν ἠδίκουν, ἐγὼ δὲ ἐν αἰτίαις, ὅς, εἰ καὶ λίαν ἀργῶς εἶχον, οὐκ ἂν εἴς γε ἐπιστολὴν, πρᾶγμα οὕτω κοῦφον, τοῦτο ἔπαθον καὶ ταῦτα πρὸς φίλον.
ἀλλ’, οἶμαι, ἐκείνων τὸ ἔγκλημα σοῦ δὲ ἡμεῖς τὸν οἶκον γραμμάτων, εἰ γραμμάτων ἐπιθυμεῖς, ἐμπλήσομεν.