Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἀεὶ μὲν ἔγωγε τὴν σὴν εὔνοιαν ἠγάσθην <τὴν> εἰς ἐμὲ καὶ οὐκ εἶχον πεισθῆναι ὅτι σὺ τοῦτο ποιεῖς οὐχὶ θεῶν του κινοῦντος, οὕτως ὑπεραίρειν ἐφαίνου πάντας ὅσοι φάσκουσι φιλεῖν· νῦν δὲ ὑπὲρ τὰ ἐσκαμμένα, φασίν, ἐπεδείξω τὴν κηδεμονίαν ἐν οἶς ἐμοὶ μὲν ἔγραψας, ὡς δεῖ τι παρὰ Μάγνου μαθεῖν, ἐκείνῳ δὲ ἔφρασας ἃ δεῖ πρὸς ἡμᾶς εἰπεῖν.

ἄλλῳ μὲν οὖν ἀσαφὴς ἂν ἔδοξεν ἄγγελος εἶναι, καὶ γὰρ τοσοῦτον ἤγγειλε μόνον, ὡς οὐ δεῖ κινεῖσθαι μάτην, ἐμὲ δὲ ἔννοιά τις ἔλαβε Δωδώνης, καὶ σκοτεινὸν ἦν οὐδέν.

πολλῶν οὖν ᾤμην σοι δεῖν χάριν εἰδέναι, εἰ δὴ δεῖ τοὺς ἐρωμένους τοῖς ἐρασταῖς εἰδέναι χάριν, τοῦ τε φέρειν με ἐπὶ τῆς ψυχῆς καὶ τοῦ συμβού- λεσθαί μοι τὸ μὴ τῶν οἰκείων στέρεσθαι καὶ τοῦ ζητῆσαι τοῦτο, εἰ δυνατόν, καὶ τοῦ γνῶναι μηνύσαι, ὡς δυνατόν.