Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἀκούω σε ἐπαινεῖν με καὶ μὴ λήγειν τοῦτο ποιοῦντα, καὶ μοι φαίνῃ δίκαιά τε δρᾶν καὶ σαυτῷ συμφέροντα. ὁ γὰρ ὡς παρὰ ἄριστον ἐφοίτησε λέγων τῷ διδασκάλῳ τε τὸ εἰκὸς ἀπο- δίδωσι καὶ ἅμα αὑτὸν ἐσέμνυνε δεικνύς, οἴων ἀπολέλαυκε τῶν πηγῶν.
χρῆν μέντοι προσεῖναι τοῖς ἐπαίνοις καὶ τὸ ἐπι- στέλλειν, ὅπως μηδὲν μέρος ἀργὸν εἴη σοι τῶν πρὸς ἐμέ. ἀλλά μοι δοκεῖν δεδιὼς μή σε χάριτας ἀπαιτῶμεν καὶ λαβόντες πρώτας ἐπαγγέλλωμεν δευτέρας, σιγᾷς ἀποκλείων ἡμῖν τὴν ὁδὸν τοῦ χρῆσθαί σοι τὰ εἰκότα.
εἰ δὲ ψεύδεσθαί με φής, ἔλεγ- ξον· ἐλέγξεις δέ, εἰ γράψαις. εἰ δὲ οὐ γράψεις, ὑπὸ Κληματίου εἰην ἂν ἠπατημένος, ὃς ἐκεῖνά τε ἀπήγγειλε καὶ τοῦτο ἔπεισεν ἐπιστεῖλαί σοι.
[*](4 VI γ΄, σκζ΄. Va ε΄, νζ΄. Bas)[*](6 Seeck 141. 322 15 Seeck 110)[*](1 δὴ 2 sq. ἅ ποιοῦσιν om Vind Wolf Cent 6 Εὐσεβίῳ omBas 8 ἐφοίτησε et ἀποδίδωσι Va sed ε(2) ex ὲν et ι(3) ex ἱν corr m5 9 αὐτὸν Va Bas sed in hoc ὸν ex ῶν corr Ι ἐσέμνυ- νεν Va Ι τῶν om Bas 10 χρῆν scripsi e Va χρὴ V Bas Wolf I καὶ τὸ] τὸ καὶ VVa 11 ἀργὸν εἴη scripsi e Bas ἀργὸν ᾖ V Va sed in hoc ἀσγῇ corr m5, Wolf Ι σοι om Bas Ι τῶν scnpei e V sed e τὸ corr m4, ut coni Ee τὸ Va Bas Wolf 12 δο- κεῖν scripsi anctore Re δοκεῖς libri Wolf Ι ἀπαιτῶμεν V sed ὄπ del m4 13 προτέρας? cf. Salzmann 64 „mallem τὰς πρώ- τας“ Re Ι ἐπαγγέλωμεν Va Bas Ι σιγᾷς reposui e libris sed ᾶς in αν corr V4, ut coni Re σιγᾷν Wolf 14 φής libri Wolf 16 ἐλέγ- ξεις scripsi ἐλέξεις Bas ἔλεγχος VVa Wolf Ι δ᾿ (2) Βas 16 ἠπα- τημένος Va aed κατημε snppl m5 Ι ἀπήλλειλεν Va 16 sq. σεν ἐπιστεῖλαί σοι del Va)431