Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

νῦν μὲν οὖν ἐν ἡμῖν αὐτοῖς θύρας ἐπιθέντες ὁμολογοῦμεν τὴν χάριν, ἐξου- σίας δὲ εἰς τὸν λόγον δοθείσης ἐμπλήσομεν γῆν καὶ θάλατταν.

πῶς οὖν ἀντεπιμελοῦμαί σου; εἰ τὸ σὸν ἑώρων πρὸ τοῦ [*](1 VΙ γ΄, ρκη΄. Va ε΄, νε΄) [*](2 Sievers 65 not. 18. Seeck 61. 322 6 cf. ad t. IV 363, 15. Salzmann 65 7 Plat. rep. V p. 463 D. Richtsteig 124 Ι Seeck 199 11 Zenob. V 18 18 Xen. anab. III 1, 16) [*](3 τὴν inserui om libri Wolf 4 τοῦ Va 5 οὕτως — 6 φι- λεῖν praemissis verbis τὸ ὑπεραίρειν . . . παρὰ δὲ Λιβανίῳ αίτιατικῇ· οἷον citat excerpt. Darmst. cod. 2773 fol. 111r 5 φάσκουσιν Va 6 ἐσκαμμένα V sed α(1) ex ε corr m5 Ι φα- σὶν V sed α ex η corr m4 7 ἐνοῖς Va | ἐμοὶ V sed οὶ ex ε corr m2 Ι παραμάγνου Va 10 ἤγγελλε V Ι ἔννοιά reposui e libris ut coni Re εὔνοιά Wolf 11 ᾤμην] ὁμοῦ Va 12 σοι om Va Ι δεῖν inser V4 om Va Ι ἰδεῖν Va Ι δὴ δὴ V sed e δεῖ δὴ corr m4 13 μάλιστα δὲ ante τοῦ (1) inserendum coni Re Ι συμβούλεσθαί V sed e συμβουλεύεσθαί corr m4 15 μηνῦσαι Va Wolf fortasse recte sed cf. ad ep. 48. 867 17 ἦς post δο- θείσης Va 18 εἰ] εἰς Va)

432
κοινοῦ. συνευξάμην ἄν σοι oἴκοι καθημένῳ κτήμασι τέρπεσθαι καὶ Βηρυτῷ τῇ παγκάλῃ · νῦν δέ, βουλοίμην γὰρ ἂν εὖ πρᾶξαι τὰς πόλεις ἢ σοὶ γενέσθαι καθεύδειν ἐλευθέρῳ φροντίδων, τοῦτο μὲν οὐκ αἰτῶ, νίκην δὲ σοὶ κατὰ παντὸς τοῦ χρόνου πάλιν ἀρχῆς εἰς χεῖρας ἐλθούσης.

αἰτῶ δὲ δή σοι τοῦτο ὃ πάντως δράσεις, καὶ δὴ καὶ πέπρακταί γε ἤδη. τὴν δὲ ἐκ βασιλέως ἀνάγκην πεμπομένην ἐν ἐπιστολαῖς εἰς τὸ ἀναστῆναί με ἐν- θένθε πρέποι ἂν λαβεῖν τινα ἀνάπαυλαν σοῦ γε ἐλθόντος ἐκεῖσε. τῶν γὰρ τὰ τοιαῦτα δυνατῶν διοικῆσαι οὔτι ἔστιν ὅστις οὐχ ἔρμ αιον ἡγήσεται τῶν σοὶ κατὰ νοῦν ὑπηρετῶν τι φανῆναι· ὡς νῦν γράμματά γε ἐπὶ γράμμασιν ἥκοντα μικροῦ με ἐξέβα- λεν, εἰ μή μοι τὸ σῶμα εὖ ποιοῦν ἔκαμνε.