Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ταύτην ἔδει τὴν ἐπιστολὴν ἔπαινον εἶναι τῶν εἰς Ὁνω- ράτον ὑπὸ σοῦ πεπραγμένων, ἡ δὲ ἔρχεται παράκλησιν ἔτι φέρουσα. καὶ τοῦτο μὲν δὴ μέτριον, ἐκεῖνο δὲ ἄξιον δεῖσαι μὴ καὶ ἡ μετὰ ταύτην ταύτην μιμήσηται.

καίτοι τί μαθὼν οὐκ ἐπιτελεῖς ἅ γε ὑπέσχου; πότερον ὡς τὸ ψεύδεσθαι καλόν; οὐ σόν γε τὸ ἐπαινέσαι ψεῦδος. ἀλλ’ ὡς ἐλάττων σοι δύναμις ἧς αἰτοῦμεν χάριτος; καὶ μὴν ἐγέλας οὐδὲν σπουδῆς ἀνιέντος τοῦ Κυρίνου καὶ παρεδήλους ὡς τά γε τηλικαῦτα κἂν καθεύ- δῶν χαρίζοιο.

ἔτι τοίνυν δοῦναί σε ἔσμεν ἑτοίμως χαριζό- μενον δεομένῳ καὶ διωθούμενον ἀναγκάζοντα. λείπεται οὖν ὡς μὴ φιλούντων ἀμελεῖν. ἀλλ’ ὅταν τοῦτο περὶ τῆς μητρὸς εἵπης, καὶ καθ’ ἡμῶν ἐξέσται σοι.

ἀλλ’ ὦ πράττων μὲν ὅσα ἐθέλεις, ἃ δ’ ἑκὼν ὑπερβαίνεις, περὶ τούτων ἀπολογίας μελετῶν, ἐννοήσας μὲν τοῦ νέου τὴν τῶν τρόπων ἀρετήν, [*](1 Vi γ΄, νε΄. Va δ΄, [ις΄] Vo δ΄, νς΄. S β΄, λ΄. Vi [ ριβ΄]. C. D νζ΄) [*](2 cf. ep. 358. Sievers 70 not. 47. Seeck 281. 345, Siloraon 16 10 Seeck 250) [*](2 τῶ αὐτῶ (i. e. Σπετάτῳ) SViD 3 ταύτην ἔδει del Va | ὀνωράτον VaVoSViD cf. ad ep. 251 4 ὑπὸ scripsi e VVaSVi CD παρὰ Vo Wolf 6 μὴ] εἰ Vi Ι καὶ—μιμήσηται] τὸ γένηται πάνυ πολλοῖς excerpt Neap Ι μιμήσεται Vi Ι μαθὼν scripsi e VaSViCD παθών VVo Wolf 8 ἀλλ’ ante οὐ D Ι σοι inaer S 9 αἰτοῦμεν scripsi e VVaVoSViC αἰτοῦμαι D Wolf Ι signum interrogationis posui e VSViD punctum VaVoC Wolf Ι ἐγέλα- σας ViD 10 τοιαῦτα V 11 δοῦναί σε scripsi e V sed σε supra τὲ m5 δοῦναί τε Va δοῦναι τὲ Vo om SViCD Wolf | σε post ἑτοίμως SViCD Wolf Ι χαριζόμενον V sed e χατιζομέ- νου corr m5 12 δεομένῳ V sed e δεόμενος corr m5 δεχομένῳ VaSViCD Ι ἀναγκάζοντα scripsi e VSViCD ἀναγκάσαι Va Vo Wolf Ι λείπετ’ VaVo 1 ὅτ᾿ ἂνVa 14. περὶ SViCD 16 ἀπολογίας scripsi e VaVoSViD ἀπολογίαν VC Wolf 16 εὐνοήσας SC οὐ νοήσας D)

350
αἰσχυνθεὶς δὲ τὰς Κυρίνου δεήσεις ἃς ἐποιεῖτο καθ’ ἡμέραν ἀνὴρ ὃν καὶ θεὸς ἂν αῖδεσθείη φανέντα, νομίσας δὲ καὶ ἐμὲ πατέρα τινὰ τοῦ μαθητοῦ καὶ ταῦτα βούλεσθαι μὲν τὴν σὴν μητέρα, βούλεσθαι δὲ καὶ τὸν ἡμέτερον θεῖον, προσθείην δ’ ἂν καὶ πᾶσαν τὴν πόλιν, ταῦτα ἐνθυμηθεὶς μὴ φροντίσῃς ὅ τι πρὸς ἡμᾶς ἐρεῖς, ἀλλ’ ὅ τι πράξας χαριῇ.

[*](W 369)

τξς΄.

Βάσσῳ. (358)

Ἐγὼ τὸν σὸν υἱὸν παρόντα μὲν καὶ ἐφίλουν καὶ ὠφέ- λοῦν, εἰς ἀπόντα δὲ τό γε ἕτερον ποιῶ καὶ φιλῶν οὐ πέπαυ- μαι. δοκεῖς δέ μοι καὶ σὺ λόγους εὑρὼν ἐν αὐτῷ χάριν εἰδέναι τῷ δεδωκότι.

τούτου σημεῖον, ἀμοιβαὶ παρὰ σοῦ φοιτῶσιν ἀνδρί γε ἐλευθέρῳ μεγάλαι. καλῶ δὲ ἀμοιβὰς τὰ γράμματα. προσθεῖναι δὴ ταύταις ἔξεστί σοι καὶ δοῦναί μοι δῶρον, οὗ σοὶ μὲν ῥᾷον οὐδέν, ἐμοὶ δὲ μεῖζον οὐδέν