Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Νικέντιον μὲν τὰ σὰ γράμματα φίλον ἡμῖν ἐποίει, Μό- δεστον δὲ ὄντα καὶ πρὸ τοῦ φίλον μᾶλλον ἢ πρότερον ἐποίει τὰ γράμματα.

τὴν μὲν οὖν πόλιν ἡμὶν εὔφρανε τῇ περὶ ἐμὲ σπουδῇ, ἐμὲ δὲ τῇ περὶ σοῦ μνήμῃ. τὸ γὰρ ὑπὸ τῶν καλῶς σε εἰδότων ᾀδόμενον καὶ αὐτὸς ἐφθέγγετο· οὔπω τοιοῦτον εἶδον.

καὶ διεξῄει πολλὰ τῶν σῶν προστιθείς, ὡς οὐκ ἂν πάντα εἰπεῖν ἔχοι. εἶτ’ ἐκαλεῖτο μὲν ὑπὸ τῆς ἑσπέρας ἐπὶ λουτρά, κατείχετο δὲ ὑπὸ τῆς ἡδονῆς ἐν τῷ λόγῳ. [*](10 Vi γ΄, [νδ΄]. Va δ΄, νε΄. Vo δ΄, νε΄. S β΄, qη΄. Vi [ σνη]. Vind ρνς΄. Lambec. Bibl. Caes. Vind. lib. VI (Vindob. 1674) p. 245 e cod. Vat. gr. 113 (= Richard. Lib. epp. XII n. 2 p. 6)) [*](11 Sievers 73. Seeck 85. 346. Silomon 16 12 Seeck 220 Seeck 213 16 Od. δ 269) [*](1 ἀπὸ τοῦ δοῦναι D Ι μᾶλλον μειδιῶν V sed β supra μᾶλ- λον, α supra μειδιῶν m5 μειδιῶν μᾶλλον SViD 4 πεπλήρω- κεν Va Ι τὴν om Vi Ι καθίσταται D 6 ἕχει — ἐλπίδας om S Vi D Ι ἐλπίδας acripsi e VVa Vo ἐλπίδα Wolf Ι δὴ inserui e V om VaVoSViD Wolf 7 ἐθέλοις VVa 13 προτοῦ VVi Vind edd Ι φίλου Vi Ι ἣ πρότερον inser V5 14 εὕφρανε V sed ι post α inser m3 ηὕφρανε Vi εὔφραινε S Wolf 18 πάντ’ Vind edd | ἕχει Vi | εἴτ᾿ Va)

348

καὶ ὁ μὲν ἐπῄνει τὰ σά, Φουρτουνατιανὸς δὲ ἐκεῖνον, ὅτι ἃ χρῆν ἐπῄνει. τί οὖν ἐγώ; σιγῶν ἠρυθρίων ὡς ἂν αὐτὸς ἐπαινούμενος. εἰσάγω δὴ τὸν ἄνδρα εἰς τὸ βουλευτήριον, οὗ λόγων ἀγῶνες ἡμῖν. καὶ ἴσως οὐκ ἠνίασα λέγων.

λαβὼν δὴ παρὰ σοῦ δύο ἄρχοντας φίλους ἑνὶ γέμοντι σοφίας ἀμεί- βομαί σου τὸ δῶρον. Ἁρποκρατίων γὰρ οὑτοσὶ καὶ ποιητὴς ἀγαθὸς καὶ παιδευτὴς ἀμείνων, δεινὸς μὲν ἐνθεῖναι τὰ τῶν παλαιῶν νέοις, δεινὸς δὲ ἐκείνοις παρισωθῆναι, βεβιωκὼς δὲ συνεχῶς ἐν βιβλίοις ἤκιστα μετέχει κομψείας ἁπλοῦς τις ὢν καὶ γενναῖος καὶ οὐκ ἂν ἁλοίη φρονῶν μὲν ἕτερα, λέγων δὲ ἄλλα.

οὗτος Εὐδαίμονι κοινωνήσας καὶ τροφῆς καὶ μου- σείων πάλαι μὲν ἐν τῷ φοιτᾶν, νῦν δὲ ἐν τῷ παιδεύειν καὶ μικροῦ τῷ φίλῳ συμπεφυκὼς ὑπὸ τῆς ὑμετέρας ἀπερράγη δυ- ναστείας. καὶ νῦν διακριθέντες, μετὰ δακρύων πορεύεται μὲν αὐτός, κάθηται δὲ ἐκεῖνος. 7, Εὐδαίμονα μὲν οὖν ἐγὼ παραμυθήσομαι, σὺ δ’ Ἁρποκρατίωνι γίγνου τοῦθ’ ὅπερ ἡμεῖς Εὐδαίμονι.

[*](1 cf. t. II 92,2. Sievers 248. Seeck 159 3 cf. t. I 318, 18; ΙΙΙ 347, 16; 386, 18; IV 102, 7 sq. 6 cf ep. 368. 847. Seeck 131 9 Plat Phaed. p. 101 C; rep. II p. 361 B. cf. t. V 237, 6 13 Plat. rep. IX p. 588 D)[*](1 φορτουνατιανὸς S cf. ep. 1373; t. II 92,2 2 ἐγὼ σιγῶν. Vi 5 δὲ edd 9 ἥκιστα μετέχει κομψείας scripsi auctore Re ἥκιστα μὲν ἔχει κομψείας V sed ὲν in ras m5 ἥκιστα μὶν εἶχε κομψείας S sed γρ ἡδίστην ἔχει κομψείαν in marg ἥδιστα μὲν εἶχε κομψείας VaVoVi ἡδίστην μὶν ἔχει κομψείαν Vind edd sed „malim ἥκιστα μὲν ἔχει κομψείαν“ Wolf 10 ἂν ἀλοίη Va | 1 οὐτος Εὐδαίμονι εὐδαίμονι δαίμων Lamb Rich) δὲ Vind Lamb Rich 13 ὑμετέρας V sed υ ex ἡ corr m5 14 μεταδακρύων Vi 16 μυθήσομαι Lamb Rich at „m duo- bus codd. Caesnreis rectius legitur παραμυθήσομαι· “Lamb Ι γίγνου V sed γ(2) inser m3)
349