Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ητόριος οὗτος ἡμῖν ὡμίλησεν, ἐγὼ δὲ ἐφοίτων ὡς τὸν τοῦδε πατέρα, καὶ γέγονεν ἐμοὶ μὲν δι’ ἐκείνου γνῶναι τοὺς ποιητάς, τούτῳ δὲ δι’ ἐμοῦ τοὺς ῥήτορας. ἐπίσταται δέ, τίς μὲν ἐγὼ περὶ σέ, τίς δὲ σὺ πρὸς ἐμέ καὶ γὰρ τῶν ἐν Βιθυνίᾳ κεκοινώνηκέ μοι διατριβῶν καὶ ὅλως ποιεῖται λόγον τοῦ μη- [*](13 VI γ΄, ζ΄. Va δ΄, ζ΄. Vo δ΄, ζ΄. S β΄, οζ΄. Vi ρλβ΄) [*](8 Seeck 43 14 cf. ep. 318. Sievers 77 not. 42. 241, 3. Seeck 111. 342. Silomon 9 16 Seeck 251) [*](1 τοσοῦτος V Ι καὶ S sed punctis rubris del Ι σε Vi 2 ἐκγό- νους scripsi e V sed ἐκ in ras m 5, SVi ἐγγόνους VaVo Wolt 3 σοῖς post τοῖς Vi Ι μὲν δεξιόν, ῥήτορα δὲ om VaVo inser V 3 sed μὲν e μὴ corr m 5 6 γίνῃ V 7 ἀξίοις Va Ι μεγάλα φρονῶ scripai e Va coll ep. 368 μέγα φρονῶ VVo Wolf μεγαλο- SVi 8 ἦν VaVoS sed in-hoc γρ εἰην suprascr, Vi 9 μέν inserui post θέρει e V ante θέρει S om VaVoVi Wolf | ὂσα εἰκὸς τῷ θέρει insemi e V om VaVoSVi Wolf 10 πρὸσ ἁπτέσθω Va 14 τῷ αὐτῷ (i. e. Κληματίῳ S (i. e. Τατιανῷ) Vi 15 εἰς Vo ΄ αὐτῶ 19 μοι inser V 5 om VaVo)
οὗτος ἐπ’ Αἰγύπτου πάρεισι γῆν οὐ πολλήν τινα πατρῴαν παραληψόμενος, ἐκεῖθεν γὰρ ὁ πα- τὴρ αὐτῷ, μᾶλλον δέ πως εἰς τὴν ὁδὸν παρεκλήθη τῷ τὴν Παλαιστίνην ὑπὸ σοῦ διοικεῖσθαι.
ὃν δὲ καὶ ἄλλως ἀκού- σας ἡμέτερον εἶναι μαθητὴν ἡδέως ἂν εἶδες, ποῦ τάξεις ὑφ’ ἡμετέρων σοι προσαγόμενον γραμμάτων;
τιη΄.
[*](W 321)Σεβαστιανῷ. (357)
Συνηχθέσθην μέν σοι τὴν γυναῖκα ἀποβαλόντι, συνή- σθην δὲ τὴν συμφορὰν γενναίως ἐνεγκόντι· τὸ μὲν γὰρ ἐπή- ρειαν Τύχης, τὸ δὲ δείκνυσιν ἀρετήν. ἕξεις δὲ καὶ τουτονὶ Ῥητόριον οὐ φαύλην παραψυχὴν διὰ πολλῶν μὲν ῥητόρων, οὐκ ἐλαττόνων δὲ ποιητῶν ἀφιγμένον καὶ ὄντα ἀγαθὸν καὶ τοῦτο κἀκεῖνο.
σὲ μὲν οὖν αὐτῷ φίλον ποιεῖ τά τε ἐμὰ γράμματα καὶ τὸ τοῖς σοῖς οἰκείοις συμπεφοιτηκέναι τὸν ἄν- δρᾶ, τούτῳ δὲ εὔνουν ἐμὲ δύο τὰ μέγιστα ποιεῖ. μαθητὴς γὰρ ὢν ἐμὸς διδασκάλου μοι παῖς ἐστι, πάντως δὲ τὸν Δίδυμον οὐκ ἀγνοεῖς, εἰ μὴ καὶ τὴν Μεγάλην ἀγνοεῖς πόλιν, ἐν ᾗ τῆς αὑτοῦ παιδείας ἐκεῖνος μετεδίδου νύκτα καὶ ἡμέραν ῥέων [*](7 VI γ΄, η΄. Va δ΄, η΄ Vo δ΄, η΄ S β΄, οη΄. Vi ρξβ΄) [*](8 cf. ep. 317 Sievers 77 not. 42. Seeck 271. 842. Silomon 9 12 cf. ep. 317 17 Seeck 251) [*](1 ἐπαιγύπτου πάρεισιν Va 2 πατρῴαν VaVoS Wolf 2 ἐκεῖθεν — 3 αὐτῷ inser V 5 4 παλαιστίνην Vo sed ι(2) in ras m 3 Ι δὲ scripsi e VVaVo οὖν εἰ SVi Wolf Ι εἰ ante ἄλλως VaVo Ι ἀκούσας scripsi e V ἤκουσας VaVoVi Wolf ἤκουσεν S 6 σοι προσαγόμενον scripsi e VVaVo προσαγόμενόν σοι SVi Wolf 8 σεβαστειανῶ Vi 11 καὶ inserui e libris om Wolf 14 αὐτὸ Vi Ι ποιῇ coni Wolf „f. ποιῇ aut ποιήσει aut ποιείτω“ Re 16 συμπεφυκέναι Vi Ι τὸν ἄνδρα om Vi 16 δ’ Vi Ι τὰ μέγιστα ποιεῖ scripai e VVaVo ποιεῖ ποιεῖται S) τὰ μέγιστα S Vi Wolf ι τε post μαθητής Vi 17 ἐμὸς ὢν Vi Ι σισασκάλου V sed ου in ras m 5 19 αὐτοῦ VVaVoVi Wolf)
ἀλλ’ ὅπως οὗτος ἐγκρατὴς γένοιτο τῶν κτημάτων, ἐφ ἅπερ ἥκει. μικρὰ μὲν γὰρ ταῦτα, πένητι δὲ παραμυθία, Ῥη- τόριος δὲ τῶν οὐκ εὐπόρων. ἔστι δέ σοι δύναμις ἐν Αἰγύπτῳ, δι’ ἧς οἱ μὲν ἄλλοι χρήματα εἰργάσαντο, σὺ δὲ δόξαν ἀγα- θὴν τῇ πρὸς τὸ δίκαιον συμμαχίᾳ.