Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Πείθων με γράψαι σοι Διονύσιος ἐκεῖνο πρότερον ἔπει- θεν, ὅτι μου μετ’ εὐφημίας μνημονεύεις. καὶ ἔπειθέ γε ῥᾳ- δίως. ἐγώ τε γὰρ τὸν Προκόπιον ἐν μουσείοις εὐχόμην ἀγα- θὸν γενέσθαι σέ τε εἰκὸς τὸν οὕτως ἐσχηκότα πρὸς ἐκεῖνον ἐν τοῖς ἐπιτηδείοις ἀριθμεῖν.

ἦν οὖν ἀκόλουθον τῷ γράψαι θαρρῆσαι τὸ μηδ’ ἐπαγγεῖλαι χάριν ὀκνῆσαι καὶ ταῦτα τῆς χάριτος πάλαι παρ’ ὑμῶν δοθείσης πρὶν αἰτῆσαί τινα. ἕνα δὲ ὁ λόγος μὴ εἰς αἴνιγμα πέσῃ, σαφέστερον ἐρῶ.

Προκόπιος εὖ ποιῶν ἠλέησε Διονύσιον ὁρῶν αὐτὸν ἐν πενίᾳ μετὰ τὸν τοῦ πατρὸς φόνον, ὅπως δὲ μὴ σπάνει τροφῆς στεροῖτο λό- γων, τάττει φέρειν αὐτῷ τοὺς ἐπιτρόπους τῶν χωρίων ἐκ μὲν Κιλικίας τὰ καὶ τά, ἐκ δὲ τῶν περὶ τὸν Εὐφράτην τόπων ἕτερα τοσαῦτα.

τὰ μὲν οὖν ἐκ Κιλικίας, ὡς ἔφη, μέχρι τῶν [*](6 Vi γ΄, θ΄. Va δ΄, σ΄. Vo δ΄, δ΄. S β΄, ιζ΄. Vi οθ΄. D ωβ) [*](7 Sievers 141 not. 41. Seeck 118. 842. Silomon 9 8 Seeck 121 10 Seeck 247 15 Seeck 121 II) [*](2 num πάντα ποίει post ἥκει, inserendum coll ep. 320 p. 300, 18? Ι πένησι Vi 8 μοι V sed οι in ε corr m 5, VaS 9 εὐφημίας reposui e libris εὐνοίας Wolf Ι μνημονεύοις V | ἔπει- θεν Va 10 μουσείοις V sed ει ex ι corr m 5 Ι ηὐχόμην VoVi D Wolf 11 ἐσχηκότα] διακείμενον Vi 12 οὖν in ras V 5 13 μὴ δ’ VaVoViD Wolf 16 εἰς om D 19 εὐφρά V 20 ἔφη scripsi e VVaSVi ut coni Wolf Add 861 ἔφην Vo D Wolf Ι μέχρι scripsi e VVaSViD ἄχρι Vo Wolf)

299
γραμμάτων ἔμεινε, θάτερα δὲ εἰς ἔργον ἐχώρησε. καὶ ἦν τούτῳ μὲν τρέφεσθαι, Προκοπίῳ δὲ εὐδοκιμεῖν. ἀλλὰ νῦν καὶ τού- των ἀποστερεῖται τοῦ διδόντος ἀεὶ μηκέτι διδόντος φάσκοντος κεκωλύσθαι γράμμασιν, οὐ Προκοπίου, τοῦτο γὰρ οὐκ ἐτόλ- μησε ψεύσασθαι, τῶν δὲ ἐπιτρόπων τινός.

ἀλλὰ σὺ πεῖσον τοὺς ἐπιτρόπους μὴ οὕτω τὸν δεσπότην φιλεῖν ὥστ’ ὀλίγη προσθήκῃ πυρῶν δόξαν αὐτῷ διαφθείρειν μεγάλην. εἰ μὲν γὰρ ἢ πονηρὸς γέγονε περὶ ὑμᾶς Διονύσιος ἢ πλούσιος, ἔχει λόγον στῆναι τὴν φορὰν ἢ τῆς χρείας λελυμένης ἢ τῆς γνώ- μης οὐκ οὔσης εὖ παθεῖν ἀξίας· εἰ δ’ ἐπὶ τῆς αὐτῆς ὢν ἐν- δείας καὶ ἐν τοῖς αὐτοῖς ἐστι τρόποις, ὑμῖν δὲ ἐξ οὐρίων τὰ πράγματα χωρεῖ, καὶ χωροίη γε, μὴ καταλύσητε τὴν ἐπικου- ρίαν.

οὗτος μὲν γὰρ τῶν προτέρων εἰδὼ.ς χάριν τῶν νῦν αἰτιάσεται τὴν Τύχην, ἔσται δέ τις ὁ μεμφόμενος ἴσως, εἰ ἃ καλῶς ἔγνωτε, ταῦτα οὐκ ἐφυλάξατε, καὶ φαῦλα ζητοῦντες ἀποστήσεσθε μειζόνων.