Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἆρ’ ἡμῶν ἐπιλέλησαι; ἡμᾶς μὲν γὰρ οὐκ ἐᾷ τοῦτο πα- θεῖν ἡ Φοινίκη τὴν σὴν ἀρχὴν ὕμνοις ἀθανάτοις τιμῶσα. ῥει δὲ καὶ ἀπὸ τῆς ὑμετέρας Ἀσίας τῶν ἔργων λόγος βεβαιῶν τὰς προσδοκίας. οὐδὲν γὰρ οὕτω μέγα τῶν ἀγγελλομένων ὄντων ἁπάντων μεγάλων ὥστ’ εἶναι κρεῖττον ἐλπίδος.

ἡμεῖς δὲ διά τε τὴν συγγένειαν τὴν πρὸς τοὺς Ἴωνας χαίρομεν καὶ ὅτι σὲ εἰκὸς ὁδῷ χωροῦντα αὐτῶν τε ἐκείνων καὶ τῶν τῇδε μετὰ μείζονος ἄρξειν τοῦ σχήματος.

τούτων μὲν οὖν θεῷ μελή- σει, χάριν δὲ οὐκ ᾔτησέ με μᾶλλον ἢ δέδωκεν Ἀνδραγάθιος οὑτοσὶ δεηθεὶς λαβεῖν ἐπιστολήν. οὐ γὰρ μᾶλλον ἐκεῖνος ἡδί- ων ἔσται τῆς σῆς ἀπολαύων ῥοπῆς ἢ αὐτὸς ὅτι σὲ προσειπεῖν εἶχον ἡδόμην.

τρία δή σοι τὸν νεανίσκον συνίστησιν, ἥ [*](4 VII α΄, σδ΄. Va γ΄, κα΄. Vo γ΄, κα΄. D ρλη΄. Be μβ΄. Fabric. Bibl. gr. VII p. 401 (e Be)) [*](1 cf. ep. 223. Seeck 191 6 Sievers 251 Seeck 191. 373. Silomon 48 11 cf. ep. 279. 1281. 0. Maeller, Ant. Antioch. 19) [*](14 cf. ep. 222) [*](2 ἀρκεῖ σοι scripsi e VVa VoS ἀρκέσει Be Wolf 3 γέγονε Wolf 6 yap om DBe Wolf 8 ἡμετέρας D Fabr Ι ὁ ante λόγος Fabr 12 αὐτῶν Be sed ῶ ex ό corr m 2 13 ἄρχειν D ἄρ- ξοντα Fabr Ι τοῦτο Wolf An 14 δέ με οὐκ ᾔτησε Fabr 15 οὑτοσὶ om Wolf Ι ὁ ante δεηθεὶς Fabr 16 σοι Be Wolf An Ι πρὸς εἰπεῖν Va 17 ἡδονὴν Fabr | συνίστησι Be Wolf An) [*](1 Ἰουλιανὸν] τὸν τοῦ παραβάτου θεῖόν τε καὶ ὁμώνυμον saprascr Be 2 τοῦ νεανίσκου] τοῦ Ἀνδραγαθίου. εὐθὺς ἀπὸ μόνου τοῦ γράμματος γενήσεται πρᾶος ὁ Ἰουλιανός suprascr Be 11 οἱ περὶ τὴν Σμύρναν Ἴωνες ἀποικίαν ἐποιήσαντο εἰς Ἀντιό- χειάν ποτε. καὶ διὰ τοῦτο συγγενεῖς αὐτοὺς καλεῖ in marg Be)

207
τε τοῦ λέγειν δύναμις, ἣν ἐν τοῖς ὑπάρχοις ἔδειξεν, ἥ τε ἐπιεί- κεια τῶν τρόπων, ἣν οὐκ ἔφθη τις συμμίξας καὶ οὐκ ἔγνω, τό θ’ ἡμῖν ἐπιτηδείως ἔχειν καὶ ταύτῃ γε νικᾶν τοὺς ἡμῖν ἐκ παιδὸς γνωρίμους.