Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὔτε ἥσθην οὔτ’ ἠνιάθην οὐδεπώποτε οὕτως ὡς νῦν ἀμφότερα. ἐκόμιζε δὲ τὰ τούτων αἴτια Γαυδέντιος ὁ χρηστός, καὶ οὗτος ἐν τῷ διηγεῖσθαι πάσχων ἅπερ ἐγώ. δι’ ὧν δή με καὶ μᾶλλον ἐκίνησε φιλεῖν αὐτόν.
ἦν δὲ τὰ πρῶτα μέν, ὡς ἐπανήκων εὐθὺς ἀναρτήσαις τὴν πόλιν, νέους ὁμοίως καὶ γέ- ροντας καὶ πολλοὺς καὶ δεξιούς, τῆς τε γλώττης τῷ τάχει τῷ τε ὁμιλητικὸς φαίνεσθαι· φυγεῖν γάρ σε ἔριν τε καὶ φιλονει- κίαν καὶ ὑπεροψίαν, ὅθεν καὶ τὸν ἐν τῇ παροιμίᾳ παρελθεῖν Ἀρτέμωνα τῶν μὲν ἄλλων τὰ πατέρων εἰς σὲ ποιούντων, τοῦ [*](5 VII α΄, σε΄. Va γ΄, κβ΄. Vo γ΄, κβ΄. SII ε΄, οε΄. Vind ξ΄. D ς'. Be (??)γ') [*](6 cf. ep. 239. Sievera 258. Seeck 182. 373. Silomon (43 14 Salzmann 31) [*](1 ἐν om V fortasse recte cf. ep. 222 2 ἢν — ἔγνω om Be I τίς Va Vo | συμμίξας. καὶ ἔγνω Fabr Ι καὶ οὐκ ἔγνω] ἐκείνῳ Wolf An 3 τό—4 γνωρίμους] καὶ ἐπιστολὴ Fabr 3 γε om Wolf An 7 VoSBe Wolf Ι οὐδὲ πώποτε VVaVoSD 8 Γαυδέντιος scripsi e VVind sed in hoc εν in ras m 2 γαυδάτιος Va Vo S D Be Wolf cf.p. 208, 4 et 13 et 209, 2; 162,15 δή—10 ὡς om Be Wolf An Ι δή Vind sed η ex ε corr m 2 11 ἥκων Be Wolf An Ι ἀναρτήσας Be ἀνήρτησε Wolf An ἀνήρτησας coni Wolf | ὁμοῦ D 13 ὁμιλητικὸς Be sed ὃς ex ῶς corr m 2 14 ὥστε Be Wolf An fortasse recte Ι καὶ inserui e V om re- liqui libri Wolf 15 ἀρτέμωνα Be sed ω ex ο corr m 2 | πρὸς S Vind D) [*](15 Ἀρτέμων οὗτος πρᾷος καὶ ὁμιλητικὸς καὶ εὐπρόσιτος in marg Be)
ταῦτα καὶ τὰ τοιαῦτα ἀκούων, οὐχ οὕτως ἐν βραχέσιν, ἀλλὰ δι’ ὅσων εἰκὸς τὸν τῇ διηγήσει χαίροντα λέγειν, ἔχαιρε γὰρ οἷς ἀπήγγειλε Γαυδέντιος, οὐκ οἶδα, εἰ μᾶλλον ἂν περὶ παιδὸς διηγούμενος.
ἐγὼ μὲν οὖν ὅσην ἐπ’ οὐδενὶ τῶν ἄλλων τοῖς θεοῖς ᾔδειν χάριν, ὁ δὲ σκυθρωπάσας ἐξαίφνης ἐτάραξέ με. καὶ τί τοῦτο; ἔφην. ὁ δὲ ἐσίγα. καὶ μᾶλλον εκείμην, ὁ δὲ ὤκνει λέγειν