Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἄλλῳ μὲν ἄρχοντι μὴ ἐπιστέλλοντι τοῖς φίλοις συγγνοίην ἄν, ἐπικλύζονται γὰρ ὑπὸ τοῦ πλήθους τῶν πραγμάτων, σὺ δέ, κρείττω γὰρ ἔχεις φύσιν ἢ τοῦτο παθεῖν, οὐκ ἔστιν ὅπως ἂν ἀποφύγοις τὴν αἰτίαν.

ἀλλὰ περὶ μὲν τῶν ἐπιστολῶν βουλεύσῃ καὶ ἴσως ἐπιστελεῖς κωλύων μὴ μείζω σοι γενέσθαι τὰ ἐγκλήματα, τὸν φέροντα δὲ τὴν ἐπιστολὴν εἰ δεῖ τι παρὰ σοῦ παθεῖν ἀγαθόν, μὴ βουλεύσῃ· δεῖ γὰρ τοῦτο εὐθὺς κε- κρίσθαι, τὸ δεῖν αὐτὸν εὖ παθεῖν.

τῶν τε γὰρ περὶ τὸν ὕπαρχον ῥητόρων οὐδενὸς ὕστερος τῇ τε τῶν τρόπων ἐπιεικείᾳ πρῶτος ἁπάντων ἐμέ τε οὕτω φιλεῖ καὶ χαίρει τιμῶν, ὡς ἄν τις ἕτερος τιμώμενος.

ὅπως οὖν ἐπὶ δυοῖν ἀγκύραιν ὁρμεῖν [*](6 VII α΄, σγ΄. Va γ΄, κ΄. Vo γ΄, κ΄. S β΄, ξζ΄. B μᾱ) [*](3 cf. ep. 217 p. 199, 21. Salzmann 8 5 Seeck 224 7 cf. ep. 203. 223. Sievers 251. Seeck 163. 373. Silomon 48 13 An- dragathium cf. ep. 223 18 Salzmann 56) [*](2 οἶδ' Vind Ι τούτῳ scripsi e Vind τούτοις VVa Vo Be Wolf τούτοις S 3 κατὰ λόγον Be Ι μὴ δ’ VVaVo Vind Be 11 μὲν om Be 12 κωλύσων 13 τὸν φέροντα δὲ scripsi e VVa VoS τὸν δὲ φέροντα Be Wolf 14 δεινὸν VaVoS Ι οὐκ ante εὐ- θὺς inser Vo 4 18 ἐπιδυοῖν Be Ι δυεῖν Va) [*](5 Ὀλύμπιον] τὸν τοῦ Θύωνος ἀδελφόν suprascr Be 13 τὸν φέροντα δὲ] Ἀνδραγάθιον δηλονότι suprascr Be)

206
ἔχη, μὴ σαυτὸν δίδου μόνον, ἀλλὰ καὶ τὸν ἄριστον Ἰουλιανὸν σαυτῷ ποίει παραπλήσιον. πάντως ἀρκεῖ σοι γράμμα περὶ τοῦ νεανίσκου καὶ γέγονεν εὐμενής.