Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἡμεῖς μὶν ᾠόμεθα τὸν τῆς σῆς ἀρχῆς χρόνον εὐθυμίας ἔσεσθαι τῷ παιδὶ τῷ Θέωνος χρόνον ἔκ τε ὧν ἐδεήθημεν ἔκ τε ὧν ἐπηγγέλλου, ὁ δ’ ἴσως ἐπαινεῖ τὸν πρότερον· εἰ δὲ οὐδὲ τοῦτο ποιεῖ διὰ τὴν ἐπιείκειαν, ἀλλ’ εἴπερ ἐπῄνει, δικαίως ἂν ἐπῄνει. γέγονε γὰρ αὐτῷ πάντα ἐκεῖνα γαλήνη, τὰ δὲ παρὰ σοῦ πορθμὸς Σικελίας
καὶ οὐδὲ τὴν τῶν μὴ φίλων ἡμῖν ὁ φίλος ἐμιμήσω μετριότητα, πρὸς τοσοῦτον ἥκεις τοῦ φιλεῖν, ἀλλ’ ἕνα Οὖρσος δι’ εἰσπράξεως ἀδίκου κολακευθῇ, πεπάτηται μὲν τὰ πρὸς ἡμᾶς, καὶ τροφεῖα κριοῦ, καταπεφρόνηνται δὲ τοσούτων γνώσεις ὑπάρχων, δεινὸν δὲ οὐδέν, εἰ διὰ τῶν οἰ- κείων ὤσεις τὸ ξίφος
ἔοικέ σε ὁ πολὺς ἔπαινος, ὦ φίλ- τατε, διεφθαρκέναι καὶ νομίζεις ἐν τῷ τοὺς ἐπιτηδείους ἐλαύ- νεῖν τὸν Αἰακὸν παρελᾶν. ἀλλ’ οὐδὲ τοὺς ἐν νυκτομαχίᾳ μέν- τοι τῶν φίλων ὑπ’ ἀγνοίας ἁπτομένους ἐπαινοῦμεν, ἀλλ’ ἐλε- οῦμεν, καὶ αὐτοὶ δέ εἰσι τῶν αὑτοὺς ἐλεούντων, ὅτι ἠγνόησαν. [*](1 VII α΄, σβ΄. Va γ, ιθ΄. Vo γ΄, ιθ΄. S δ΄, λς΄. Vind νθ΄. Be λ(?)) [*](2 Seeck 71. 873. Silomon 48 8 cf. t. II 71, 1 sq.; 516 9 Salzmann 41 10 cf. ep. 168. Seeck 361 11 cf. t. I 99, 17. Salz- mann 79 12 cf. t. IV 472, 18. Her. III 78, 2 16 Salzmann 11) [*](2 τῷ αὐτῷ (i. e. Ἀνδρονίκῳ) S 8 εὐθυμίαν S 4 τῷ(2)] ῶ τοῦ S τοῦ Wolf Ι χρόνον delendum censet Re 5 ὅ Vind ὃ Be I δ’ Wolf Ι δεοὐδὲ Va | οὐ Vind 7 τὰ παρὰ σοῦ δὲ Vind 10 ἵν᾿ S Ι οὔρσος Va ὁ ἔρως σὸς Wolf An Οὔρσαλος Sievers 229,5. Seeck 373 Ι διεισπράξεως Va 11 μὲν om Wolf An | καὶ τροφεῖα κριοῦ inserui e VS ut coni Wolf καὶ τροφὴ ἄκριος VaVo sed in hoc τροφὴ ἄκριος in τροφεῖα κριοῦ corr m 3 om Vind Be Wolf Ι καταπεφρόνηται Wolf An 12 τοσοῦ- τομ VaBe sed in hoc in τοσούτων corr Ι γνῶσις Wolf 13 ἔοι- κεν Va | γρ ὠθεῖς ὤσεις S 14 ἓν Va Vo sed in hoc ex ἐν corr m 2 οἰκείους Vind 17 αὐτοὺς V sed ’ in ‘ corr, Wolf)
ἀλλ’, ὦγαθέ, μὴ διάγραφε τὰς Χάριτας τοῦ καταλόγου τῶν θεῶν μηδ’ ὁμοίως ἀκίνδυνον ἡγοῦ τὸ λυπεῖν ἐμέ τε καὶ τὸν ἐπιστάμενον ἀμύ- νεσθαι καὶ λέουσιν ἐοικότα, τὸν ἀήττητον Ὀλύμπιον.