Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Πρότερον μὲν ἐθαύμαζον τὸν κράτιστον Ἑρμογένην ἀπὸ τῆς φιλοσοφίας ἧς ἤκουον αὐτῷ μέλειν. νῦν δὲ δὴ καὶ φιλῶ τὸν ἄνθρωπον, διότι δὴ πόσου τε καὶ τίνος ἄξιος εἶ γινώσκει. λέγεται γὰρ ἄνδρα τέ σε ἀγαθὸν ἡγεῖσθαι καὶ τὸ συνεῖναι μέγα ποιεῖν καὶ τὸ μὴ συνεῖναι βαρύ.

τοῖς μὶν οὖν ἄλλοις ἔπεισι σοὶ συγχαίρειν, ἐμοὶ δὲ ἀμφοῖν· σοὶ μέν. ὅτι σοι πρόσκειται τοσαύτη δύναμις, τῷ δ’, ὅτι φιλῶν ὃν ἐχρῆν εὐδο- κιμεῖ τῇ κρίσει.

δεῖ δή σε φιλούμενον ὅσα ἂν ἐξῆ ἐν ταῖς παραινέσεσιν ὠφελεῖν ἐκεῖνον μὴ κατοκνεῖν· ἔξεστι δὲ νῦν ὑπὲρ ἀδικουμένου φίλου κωλῦσαι φίλον ἁμαρτάνειν. Νικέν- τιον γὰρ τὸν καλόν, ὃν σὺ πρὸς ἡμᾶς ἐπῄνεις ἐν γράμμασι, καὶ τὸ γράμμα γε ἐκεῖνο φιλίαν ἡμῖν εἰργάσατο, τοῦτον δὴ τὸν ἄνδρα, δι’ ὃν ἐπιδημεῖ μὲν ἡ δίκη, βία δὲ οἴχεται, πανή- γυρις δὲ ἡμῖν ἡ πόλις, εὐφημίας ἐλπίζοντα περιέστηκε ζημία λυποῦσα μὲν καὶ τῇ βλάβῃ, πένης γὰρ ἡμὶν ἐπὶ τοσαύταις [*](1 Vii α΄, ιζ΄ (debebat esse ιε΄). Vo α΄, γ΄. S γ΄, πη΄. Vi ρλς΄. D σκβ΄. pr) [*](2 Sievers 224. Seeck 85 350. Silomon 19 3 Amin. Marc. xlx 12, 6. Sievers 225, 6. Seeck 173 IV 12 Sievers 73. Seeck 220) [*](2 ἀρισταινέτω Vi 4 μέλλειν Vo sed λ(2) eras, S Vi 5 δὴ om Vi | τε inserui e V om VoSViD edd | καὶ τινὸς (tandem) coni Re 6 λέγεται — 7 ποιεῖν praemissis verbis ἡγοῦμαι τὸ νομίΣω αἰτιατικῇ· Λιβάνιος citat Georg. Lacapenus de constr. verb. ed. Hermann de emend. rat. gramm. graec. p. 374, 21 7 ποιεῖσθαι S Vi et Par 3035 (Boisson. Anecd. nov. 309) 10 ψήφω S Vi | δέ V 12 κωλύσαι S ViD pr fortasae recte cf. t. I 272, 5 13 ἐπαίνεις S | ἐν om D | post ἐν ras 3—4) [*](14 γ' Vi | ἡμῖν om. S | δὴ Vo sed η in lit m 2) [*](2 ὡραία πάνυ ἡ παροῦσα in marg S)

19
ἀρχαῖς ὁ Νικέντιος, ἔχουσα δέ τι πικρότερον τῆς βλάβης τὴν ἀδοξίαν. ἡ γὰρ καταδίκη ζημία τίς ἐστι κατεγνωκυῖα κακίαν.

τοῖς μὲν οὖν ἀδικοῦσιν Ἑρμογένης ἐπαγέτω δίκην ἐγὼ πρῶτος ἐπαινῶ τὴν ὀργήν, κἂν παύσηται τῆς ἐπὶ τοῖς τοιού- τοις ὀργῆς, καὶ ἐγὼ τῶν ἐπαίνων, τὸ νῦν δὲ τοῦτο παραγωγή τίς ἐστι καὶ ἔργον ἀπάτης, οὐ τῆς Ἑρμογένους φύσεως.

ἄκουε δέ· σταθμός τίς ἐστι περὶ τὸν Εὐφράτην, Καλλίνικος ὄνομα αὐτῷ· Καλλινίκου γὰρ ἐνταῦθα ἀποσφαγέντος ὁ σοφι- στὴς γίνεται προσηγορία τῷ τόπῳ, οἷα πολλὰ μὲν ἐν γῇ, πολλὰ δὲ ἐν θαλάττῃ πάλαι.

τοῦτο δὴ τὸ χωρίον ἔχει στρα- τιὰν ἱδρυμένην, ἣν τρέφεσθαι παρ’ ἡμῶν οὐκ ἐκεῖσε κομι- ζόντων, ἀλλ’ ἑτέρωσε τὴν τροφήν, ἐκεῖθεν δὲ εἰς Καλλίνικον ἄγειν νόμος τὸν ἄρχοντα τῶν περὶ τὸν Εὐφράτην. Νικέντιος δὲ τὰ αὑτοῦ διακονήσας ὧν ἐπλημμέλησαν ἕτεροι δίκας δί- δωσι, τοῦτο δὴ τὸ ἐν Αὐλίδι.

ἴσως μὲν οὖν οὐδ’ αὐτὸς διηγησάμην κακῶς, εἰ δ’ οὖν τι καὶ ἐξηνέχθην, Νικέντιός σε διδάξει καλῶς. σὺ δὲ βοήθησον δυοῖν ἄρχουσι τὸν μὲν ἐξελό- μενος βλάβης ἀδίκου, τὸν ἐλάττω, τὸν δ’ ἀποστήσας ὀργῆς οὐ [*](7 Amm. Marc. XXIII 3,7 16 cf. t. VIII 36, 5 Bq. Salzmann 21) [*](3 ὑπαγέτω Vi 4 κἂν—5 ἐπαίνων praemissis verbis παύο- μαι δὲ παθητικῶς γενικῇ, ὡς καὶ Λιβάνιος citat Georg. Lacap. constr. verb. ed. Hermann de emend. rat. gramm. graec. p. 387,24 | τοῖς om Wolf 5 δὲ reposui e libris καὶ edd 7 σταθμός — 8 αὐτῷ praemissis verbis σταθμοὶ καὶ οἱ κατὰ τόπους δη- μόσιοι ἀγροί, ἔνθα καὶ ἵπποι δημόσιοι ἐτρέφοντο. Λιβάνιος ἐν ἐπιστολὴ τῇ· Πρότερον μὲν ἐθαύμαζον citat Thom. Μ. s. v. σταθμός p. 345, 16 R 7 τίς om Thom 8 καλλινίκου Vi sed praeter κ (1) in ras | σφαγέντος Wolf 10 δὲ Wolf 13 νόμους Vi | τῶν] τὸν ViD 14 αὑτοῦ V sed in ras m 2 αὐτοῦ Vo SViD | ἐπλημμέλησαν V sed μ (2) subscr m 2 ἐπλημέλησαν pr ἐκοιμήθησαν VoS ἐκοιμήθηκαν Vi ἐκοιμήθησαν D 15 ἐναυ- λίδι Vi 16 εἰ—17 καλῶς praemissis verbis διδάσκω αἰτιατικῇ. Λιβάνιος laudavit Lacapenus [Lindstam, Georg. Lac. p. XXXII] constr. verb. ed G. Hermann de emend. rat. gramm. p. 368, 30 16 οὖν] αὖ D | ἐξηνέχθη Lacap | σε om SViD 18 τόν δ’ V)

20
δικαίας, τὸν κρείττω.

εἰ δὲ παιδὸς ἡγεῖται τὴν μεταβολήν, τὴν μὲν ἐπὶ <τὰ> χείρω νομιζέτω φαύλην, τὴν δὲ τῶν λων τι λύουσαν ἀγαθήν, ἄλλως θ’ ὅτε τὸ μὲν τίμημα τηρεῖν ἂν ἔχοι, τὸν δ’ ἔξω τῆς αἰτίας ἀφιέναι.

τὸ γὰρ χρυσίον εἰσπραττέτω μέν, εἰσπραττέτω δὲ παρὰ τῶν λελοιπότων τὴν τάξιν καὶ προσέτι γε τῶν ἐξηπατηκότων, οἳ σφίσιν αὐτοῖς χαριζόμενοι τὰ οὐκ ὄντα ἔφρασαν.

ἐπειδὴ γὰρ θυμὸς μἐ- γας διο τρεφέων ὑπάρχων, μὴ ἴστω τοῖς φενακίζουσιν ἄδεια, ὅπως τῆς ἀληθείας κρατούσης μηδεὶς ἀδίκως κολάζηται. λύων δὲ τὴν αὑτοῦ ψῆφον ἐννοείτω τὸν βασιλέα Κρητῶν τὸν παῖδα Δῖός, ὃς εἰς τὸ ἄντρον δι’ ἐνάτου πορευόμενος ἔτους ὧν ἐτε- θείκει νόμων οὐκ ᾐσχύνετο κινῶν ὃν κρεῖττον ἦν κινεῖσθαι.