Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

τίς οὖν ἦν ὁ νοῦς ὧν ἐπέστελλον; Ἰσοκράτης παραινεῖ πεῖραν ποιεῖσθαι τῶν φίλων οὔπω παρούσης ἀνάγκης ὥστε ἀτυχή- σαντι μὴ εἶναι βλάβην καί φησι δεῖν μὴ δεόμενον προσποιεῖ- σθαι τὸ δεῖσθαι.

τοιοῦτον ἦν τι καὶ τὸ παρ’ ἐμοῦ· μὴ χρῄζων ἐπήγγελλον. τοιγαροῦν σὺ μὲν οὐκ ἐδίδους, ἐγὼ δὲ ἐγέλων καὶ ζημιούμενος οὐδὲν εὕρισκόν σου τὸν τρόπον.

οὐ μὴν πάντα γε εἰ ῥᾴθυμος, ἀλλ’ εἰς τὸ γένος, εἶπερ τις, ἕτοι- μος, καὶ τῶν σῶν οἰκείων ἰδιώτης οὐδείς. εἶτ’ ἐπὶ μὲν τῶν ἄλλων τιμᾷς τὴν ἀρετὴν, κἂν ὁ ταύτης ἄμοιρος ἄρχῃ, κέκραγας μᾶλλον ἢ οἱ τεμνόμενοι’ τὸ γένος δὲ οὕτω σοι φίλ- τατον ὥστε ἄρχειν δεῖ πάντα οἰκεῖον καὶ ἀπεῖναι βάσανον. τοῦτό σοι παραίτησις ὧν περὶ τοὺς φίλους ἀμελεῖς. κἂν ἐκεῖνό τις κατηγορῇ, τοῦτ’ ἀντιτιθεὶς <τὸ> μέμψεως,

[*](7 [Isocr.] ad Demon. § 24 p. 7b)[*](1 ἔγκειμαι 2 ἡμῶν edd 3 ἀγνοεῖν D | ἔσχε repoBui e libris γρ ταπεινότερον ἔχε edd 4 οὐδὲ πώποτε CD | φαυλότερον S φαυλότερον ViCD | β α , ἠγησάμην ἐμαυτὸν Vo Vind ἐμαυτὸν ὑμῶν ἠγησάμην S ἐμαυτὸν ὑμῶν ἡγησάμην ViCD 5 τῶν βίων D | ἀφορμὴ C edd 7 ἦν β α om Vi | ὦν ἐπέστελλον ὁ νοῦς VoVind edd | νοῦς ὃν ἐπέστελλον S | ὧν] ὃν D | ἐπήγγελον Vi 10 τι om VoC edd, inser Vind, post τοιοῦτον D 11 χρήζων libri edd | ἐδίδως Vi 13 ῥά- θύμος libri 16 τὸ δὲ γένος D 17 ὥστ’ ViVind | δεῖν edd | β α τὴν περὶ ἀρετῆς ἀπεῖναι τὴν βάσανον S τὴν βάσανον ἀπεῖναι Vo Vind edd 18 ἐκεῖνο ἐκεῖνα Vind) τίς VVind 19 κατηγορῇ Vo sed ῃ ex ει corr m 2 | ἀντιτιθεὶς Vo sed ex ἂν τιθεὶς corr m 2 ἀντιθεὶς ἡ ὂν τιθεὶς CVind 19 ἀφαιρῇ τὸ scripsi ἀφαιρῇ V ἀφαιροῖ S ἀφαιρεῖτο Vi ἀφαιροῖτο CViruiD ἀφαιρεῖται Vo edd)

16
σοι δοκῶ καὶ αὐτὸς εἰδέναι τοξεύειν ἡ πάσχειν ἐπιτήδειος εἶναι μόνον; μᾶλλον δέ, εἰ μὶν ἔτρωσας, καὶ τέτρωσαι· εἰ δὲ παίζοντος ἐκεῖνα ἦν, οὐδὲ ταύτα σπουδάζοντος.

δίκαιον δέ, εἴτε ἡσθείης τοῖς γράμμασι, τῷ φέροντι τὴν χάριν ἔχειν, εἴτε δηχθείης, παρὰ τοῦ φέροντος τὴν δίκην λαβεῖν. ἐγνω- κότα γάρ με ἡσυχάζειν πάσαις ἀνάγκαις Ἰανουάριος ἐνήγα- γεν, ἀνὴρ πανταχόθεν αἰδέσιμος τῇ πόλει λυπήσας μὲν οὐδὲν οὐδένα ὧν οὐκ ἴδει, δοὺς δὲ χάριτας ἐν αἷς ἡ τοῦ δικαίου μερίς, φρουρήσας μὲν ἱκανῶς ἐφ’ ᾧπερ ἐτέτακτο, τῶν δὲ ἐπει- γομένων οἶς ἄξιον συλλαβών, ὀλίγα λαλῶν, πρᾶξαι δεινός, τῶν γιγνομένων καρπῶι ὑπερορῶν τὸ πλέον, προσήκων μὲν μείζοσι, στέργων δὲ τὰ παρόντα, τὴν ἐπιείκειαν ἐν πράγματι τηρήσας οὐκ ἀνεχομένῳ χρηστότητος. ’ν δέδοικα μὴ μέμψῃ τὸν ἄνθρωπον. ὅτι μοι πάντα ὑπούργησεν.

[*](W 19)

κ΄.

Ἀρισταινέτῳ. (357 vel 358)

Ἄρα καὶ τοῦτο τοῖς ἄρχουσι νόμος μὴ τοῖς φίλοις ἐπι- στέλλειν, ἐπειδήπερ ἄρχουσιν; εἰ μὲν δὴ κεῖται καὶ γέγραπται, χρῶ τῷ νόμῳ καἰ σίγα· εἰ δ’ οὐδεὶς κωλύει νόμος, πόθεν ἡ σιγή; λέγε. εὑρηκέναι γάρ μοι δοκῶ· μεῖζόν σου γεγένηται [*](15 α΄, ιδ΄. Vo α΄, β΄. S α΄, πς΄. Vi σλδ΄ pr) [*](6 cf. ep. 20 16 Sievers 387. Seeck 85. 350. Silomon 19) [*](1 δοκῶ om C 6 πάσαις ἀνάγκαις om Vi ἁπάσης ἀνάγ- κης C | ἰαννουάριος VSViC cf. p. 17, 6 | ἀνήγαγεν pr 7 ἁπαν- ταχόθεν SViCD | οὐδένα οὐδὲ S Vi CD 8 ὦν οὐκ ἔδει om Vi γρ ὧν οὐκ ἔδει 9 ἐφ’ ὅπερ ἐτέτακτο S | 8 δοὺς—9 μερίς post ἐτέτακτο ViD 9 φρου- ρήσας — ἱκανῶς om Vi φρουρήσας — 10 συλλαβών in marg S ῶς om C | ἱκανῶς om Vi ἱκανὸς D | ὅπερ S ViCVind D fortasse recte | τῶν-10 συλλαβών om ViD 10 πράξαι δεινός· ὀλίγα λαλῶν C 11 ὑπεριδών Vo Vind edd 14 μου Vi | τὰ ante πάντα SViD 20 εἰρηκέναι S)

17
τῶν πραγμάτων τὸ πλῆθος καὶ τῶν κοινῶν ἡ φροντὶς οὐκ ἐᾷ τῶν οἰκείων ἐπιμελεῖσθαι.

τοῦθ’ ἥδιόν μοι πείθειν ἐμαυ- τὸν ἢ ὅτι σὺ τῶν φίλων ὑπὸ τῆς ἀρχῆς ἐπελάθου, ὃν ἀκούω μετριώτερον ὑπὸ τῆς ἐξουσίας εἶναι καὶ τούτῳ τοῦ προτέρου διαφέρειν τῷ πλείω πράττειν· ὡς ὅ γε τρόπος <ὁ> αὐτός, εἰσὶ δὲ οἱ λέγουσιν ὡς καὶ βελτίων.

Ἰανουάριος μὲν οὖν ἀπαγ- γελεῖ σοι περὶ ἡμῶν, ὡς ἀρρωστοῦμεν, εἰ μή σε ἐξαπατᾶν βούλοιτο τοῦ μὴ λυπεῖν· ἀεὶ γάρ τινι προσπαλαίομεν κύματι. καὶ ταύτην τίνομεν τῷ Φιλίῳ τὴν δίκην, ὅτι δή τι φίλων ἡμῖν ἐφάνη τιμιώτερον.

ἐγὼ δέ σοι περὶ αὐτοῦ λέγειν ἔχω, ὡς ἐν δυσχερεῖ διοικήσει χρηστὸς ἐδείχθη. καὶ τοῦτον μόνον οἱ τε ταχέως οἴ τε βραδέως ὧν ἔχρῃζον τυχόντες ἐπῄνεσαν τοσαύτην ἀνεμίγνυ γοητείαν ταῖς ἀναβολαῖς τοιγαροῦν ἀπιὼν ἀνιᾷ τοὺς βελτίους, διότι παρὼν οὐκ ἐλύπησεν.

ἐμοὶ δὲ δεομένῳ τοσοῦτον ἀπεῖχεν ἀπειθεῖν ὥστ’ εἰ διαλείποιμι τοῦτο ποιῶν.. ὕβριν τὸ πρᾶγμα ἐκάλει καὶ διεμέμφετο. τὰ σὰ δὲ ἀγαθὰ νομίζων αὐτοῦ τε καὶ ἐμὰ ὅ τι μάθοι τρέχων ὡς ἡμᾶς ἐμήνυε τῷ προσώπῳ κηρύττων τὴν ἡδονήν. εἶπον ἂν πλείω πρὸς ἀγνοοῦντα, νῦν δ’ ἐπίστασαι τὸν ἄνδρα.

[*](6 cf. ep. 19 p. 16, 6 sq. 9 cf. t. I 141, 19)[*](4 μετριώτερον] „fort. οὐδὲν μετεωρότερον“ Re 5 ὁ inserui om libri sed in raa 1 litt V, edd 6 ἰαννουάριος libri sed ν(2) inser Vo 2 cf. p. 16,6 8 γάρ τοι Vi 9 τι inserui ante φίλων e V, ante τιμιώτερον inser Vo 2 Vi edd om S 12 ἔχρη- ζον libri edd 13 ἀνεμίγνυ V sed post υ ras 1 litt (ε?) | om S Vi | post ἀπιὼν ras 1 litt V 14 βελτίστους S Vi 17 αὐ- τοῦ libri Wolf | ὡς Vo sed suprascr supra lectionem erasam 19 δὲ Wolf)
18