Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Τὸ δὲ σὲ τοσούτοις κεκυκλωμένον πράγμασι καὶ νυττό- μενον ταῖς περὶ τοῦ πολέμου φροντίσιν ὅπως ἡμῖν φοιτητὴς προσγενήσεται· σκοπεῖν καὶ μηδεμίαν ἀσχολίαν ἀξιοῦν εἶναι τηλικαύτην, ἥ σε τοῦ τὰ ἡμέτερα θεραπεύειν ἀποστήσει, τίνα ἔτι θαυμάζειν ἀφήσει τῶν παρὰ τοῖς ποιηταῖς ἐπὶ φιλίᾳ βε- βοημένων;
ὁ δὲ ἄνθρωπος ἐκεῖνος, ἀφ’ οὗπερ ἧκον, οὐ διέλιπε βάλλων· εἰ δὲ οὐκ ἐπήγνυτο τὰ βέλη, ἀλλ’ ἦν τὸ τοῦ Αἴαντος σῶμα κρεῖττόν τοῦ σιδήρου, χάρις Ἡρακλεῖ καὶ τῷ τοῦ Πόντος δέρματι.
αἰσχυνόμενος οὖν οὗτος ὁ τοξότης, ὅτι τοῖς σοῖς ἐπὶ τὸν οὐκ ἀδικοῦντα ἐχρῆτο, ζητῶν ἀμυνομέ- νου σχῆμα πλάσας αἰτίαν ἐγκαλεῖ βοὴν τινα ἐμὴν ἐπὶ τῇ κεί- νου πρὸς τὸν Ἑρμογένην εἰσόδῳ.
τὸν δὲ ἐμὸν οἶσθα σὺ περὶ ταῦτα τρόπον, καὶ εἴ τι τῶν τοιούτων ἐμὲ δύναται δάκνειν. σκῆψις ταῦτα, ὦ γενναῖε, τὸ δ’ ἀληθές, ἔταξεν αὑτὸν ἑτέρωθι, τὴν τάξιν δὲ ἐπαινεῖν οὐκ ἔχων τοῦ μὴ γενέσθαι μετ’ ἐμοῦ [*](1 Vii α', ρνδ'. Va β'. οζ'. Vo β', οζ'. S ε, ς'. Vi σπζ'. W ιθ'. νρ'. D ρλ') [*](2 Sievers 224. Seeck 244. 367. Silomon 36 8 Eubulus? cf. Sievers 69. 71 10 Plat. conv. p. 219 E. cf. t VI 179,9. Richt- steig 31. cf. ad ep. 1433. Salzmann 16 14 Seeck 173) [*](4 φροντίσι W 5 προσγενήσεται scripsi προσγενήση V Va Vo sed in hoc γένηται e γενήσῃ m3, S sed in hoc προσ del, Vi Wolf γενήσῃ W Vind sed in hoc νήσῃ del et νοιτο suprascr, D | μηδὲ μίαν Vi μὴ δὲ μίαν D 7 ἀφήσεις D | τοῖς 8 ἀφοῦπερ Va | ἥκων V sed ν eraa ἧκον Va ἧκεν sed ε in lac 1 litt inser m2 ἥκω D 9 διέλειπε S 10 τοῦ del rubr S 11 οὗτος Vo sed τος inser m3 inser S om V Va Vi 12 τοιούτοις W | οὐκ om VaVi inser Vo3 S 13 ἐγκαλεῖ reposui e libris ut coni Re ἐγκαλεῖν Wolf sed corr Add 861 | ἐμὴν om W Vind | κείνου V Va 15 τὰ τοιαῦτα W Vind D δάκνειν V sed ει corr m5 16 αὐτὸν V Va Vo Vi D Wolf 17 δ’ Wolf)
ἐγὼ δὲ οὕτως εἰμὶ πρᾷος καὶ οὐκ ἐψεύσω, ὥστ’ αὐτῷ τὸν μὲν ἕτερον τῶν υἱέων ἐπένθησα, τὸν δὲ ὄντα, καὶ εἴη γε, Ζεῦ σῶτερ, τά τε ἄλλα φιλανθρώπως ὁρῶ καὶ πρὸς τὰς ἐπιδείξεις τῶν λόγων μόνον τῶν ἐκεῖθεν καλῶ καίτοι γε ὑπ’ ἀμφοῖν ὑβρισμένος, εἰ δὲ βούλει, παρὰ τοῦ πατρός.
τοῦτον γὰρ ὁ σοφὸς Θεό- δοτος ἔχοντος μὲν τὴν ἀρχὴν Στρατηγίου κοινωνὸν ποιεῖ, καὶ τουτὶ ἤνεγκα, πῶς οἴει; μεμφομένου τοῦ θείου· λήξαντος τῆς ἀρχῆς πάλιν ἐκείνου μόνου ποιεῖ.
καὶ τοιοῦτος εἰς ἡμᾶς φανεὶς ὅτι μὴ στεφανοῦται παρ’ ἡμῶν, ἀγανακτεῖ. ἀλλὰ καὶ τοῦτό γε, ἢν κελεύῃς, ποιήσομεν ἐκεῖνον μὲν εἰδότες, σοὶ δὲ ἀπειθεῖν οὐ τολμῶντες.