Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

11. ὍΤΙ μετὰ θάνατον Εὐδοξίου, ὃς τῆς ἐν Κωνσταντινουπόλει Εὐνομιανῆς συναγωγῆς ἐπῆρχεν, Λουκιανὸς ἀντικαθίσταται, παῖς ὢν ἀδελφῆς Εὐνομίου. τοῦτον δή φασιν, εἰς φιλαργυρίαν τε καὶ τὰ συγγενῆ ε κατολισθήσαντα πάθη καὶ τὴν ἐπ’ αὐτοῖς δίκην, ἀποσχίσαι μὲν τῆς ἄλλης ε Εὐνομιανῶν μοίρας, ἰδίας δὲ ἀρχηγὸν ἑαυτὸν ἀναδεῖξαι, καὶ συντάγματος οὐκ εὐκαταφρονήτου ἄρξαι, πάντων τῶν ἐπιρρήτων τε καὶ ποικίλοις πάθεσι καθωπλισμένων προς αυτον απερρυηκοτων. απερρυηκοτων.