Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
10. Ὅτι διαφόροις ἐπιχειρήμασι κατασκευάζειν πειρᾶται τοὺς σεισμοὺς μήτε διὰ πλημμύραν ὑδάτων συνίστασθαι μήτε πνευμάτων ἐναπολαμβανομένων τοῖς κόλποις τῆς γῆς, ἀλλὰ μηδὲ γῆς τινος ὅλως παρεγκλίσει, μόνῃ δὲ τῇ θείᾳ γνώμῃ πρὸς ἐπιστροφὴν καὶ διόρθωσιν τῶν ἁμαρτανομένων. καὶ ταῦτά φησιν ἰσχυριζόμενον λέγειν, διότι τὰ τηλικαῦτα πάθη μὴ δύναται μηδέτερον τῶν εἰρημένων στοιχείων κατὰ φυσικὴν ἀποτελεῖν δύναμιν. ἐπεὶ θεοῦ γε βουληθέντος καὶ ψεκὰς ἂν ἡ σμικροτάτη προσπεσοῦσα καὶ νιφὰς ἡ κουφοτάτη τὸν Ὄλυμπον τῆς Μακεδονίας ἤ τι ἄλλο τῶν μεγίστων ὀρῶν κινήσειεν ἂν ῥᾳδίως. ἐπεὶ καὶ φαίνεται πολλάκις τὸ θεῖον ἐπὶ παιδίᾳ τῶν ἀνθρώπων τούτοις χρώμενον. τήν τε γὰρ Ἐρυθρὰν θάλασσαν, ῥᾷον ὂν ἀθρόον διαστῆσαι, νότῳ βιαίῳ πρότερον μαστιγώσας καὶ συνωθήσας οὕτω διέστησεν, τῇ τοῦ νότου φύσει μηδεμιᾶς δυνάμεως τοιαύτης ἐγκαθιδρυμέης, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς ὑπερφυῶς αὐτῷ χρησαμένης πρὸς τὸ οἰκεῖον βούλημα· καὶ ῥάβδος δὲ πηγὰς ἐκ πέτρας ναμάτων πλήττουσα προχέει, καὶ Ἰορδάνου ῥεῖθρα καθαίρουσι λέπραν, οὐ τῆς φύσεως αὐτῶν ταῦτα δρᾶν ἐνδυναμούσης, τοῦ δὲ πλάστου μεταπλάττειν ἕκαστον τῶν δημιουργημάτων πρὸς ἥν ἂν ἐθέλῃ χρείαν πολλὴν καὶ ἀκώλυτον ἔχοντος τὴν ἐξουσίαν.
[*](6—9 φ vgl. Ammian. Marcelliii. XVII 7, 9 ff — 17 Exocl. 14, 21 — 20 f 20, 11 — 21 ön. 5, 14)[*](* 12 [von ἐπεὶ an] — 24 Cod. Laurent. 70, 5, Jhrdt XV, f. 63 = L)[*](1 πόλων ed. Ι 2 ἐπερρυη, η kaum deutlich u. der Accent ausgewischt am Zeilenende, B ἀπερρύη Nie. u. M | 3 ἐνεωχμώθη B, corr. Nie. | ε 8 τῶν οι über die zwei ω geschrieben, B τοῖσ κόλποισ M | 12 φιλοστργίου vor ἐπεὶ als Titel rot geschrieben L | 13 ἂν > φ | 17 ὂμ L ὂν B διαστῆσαι, ῆσαι aus ήσει corr., L | 17/18 συνωθήσασ L συνωθίσασ B | 21 καθαίρουσι L καθέρουσι B | 22 αὐτῶν, ov über ῶν geschrieben, L | φ 23 L u., η durch Corr., B)