Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

12. Ὅτι Ὀνώριος ὁ βασιλεὺς Κωνστάντιον τὸν στρατηγὸν κατὰ τιμὴν τοῦ κήδους εἰς τὸ τῆς βασιλείας προσλαμβάνεται σκῆπτρον, ἤδη καὶ παῖδα Οὐαλεντινιανὸν τῆς Πλακιδίας αὐτῷ γειναμένης· ᾡ καὶ τὴν τοῦ ἐπιφανεστάτου περιῆψεν ὁ Ὀνώριος ἀξίαν. αἱ δὲ τοῦ Κωνσταντίου εἰκόνες, ὡς ὡς ἕθος ἠν τοῖς ἄρτι παρελθοῦσιν εἰς βασιλείαν πράττειν, ἀναπέμπονται πρὸς τὴν Ἑῴαν· ἀλλ’ ὅ γε Θεοδόσιος, οὐκ ἀρεσκόμενος τῇ ἀναρρήσει, οὐ προσίετο ταύτας. καὶ καὶ Κωνσταντίῳ, παρασκευαζομένῳ διὰ τὴν ὕβριν ἐπὶ πόλεμον, καὶ τῆς ζωῆς καὶ τῶν φροντίδων ἐπιστὰς ὁ θάνατος τὴν ἀπαλλαγὴν παρέχει, βασιλεύσαντι μῆνας ἕξ.