Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα·
- ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα
- πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶ
- οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·
- ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον
- πάντοθεν ἐκ μυχάτων, μέγα δʼ ἀσχαλόωσʼ ἀγόρευε·
- τέκνον, ποῖ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται
- Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,
- ᾗχι πολεῖς ὀλέκονται ὑπʼ ἀργαλέης ὑσμίνης,
- καίπερ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;
- νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔπω δήϊα ἔργα
- οἶδας, ἅ τʼ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ·
- ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δʼ ἐνὶ μίμνε δόμοισι,
- μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθʼ ἵκηται
- σεῖο καταφθιμένοιο κατὰ μόθον· οὐ γὰρ ὀΐω