Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐλθέμεναί σʼ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο·
  2. οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρʼ ἀΐδηλον,
  3. ἀλλʼ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων
  4. ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,
  5. τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἵ σε καὶ αὐτὸν
  6. δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι·
  7. τοὔνεκʼ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,
  8. μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται
  9. εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·
  10. οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν,
  11. ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,
  12. χηρωθῇ δὲ μέλαθρον ὑπʼ ἀργαλέου θανάτοιο·
  13. αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,
  14. κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας·
  15. τοὔνεκʼ ἄρʼ οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο