Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο·
- ἀλλʼ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν
- οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος
- ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω
- εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος
- παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρʼ ἀφίκηται
- δήϊον εἰς ἐνοπήν· τῷ δʼ ἄτροπος ἤντετο Μοῖρα,
- ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δʼ ἄρα πένθος
- πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.
- τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμφεχε δεῖμα
- παιδὸς ἐπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,
- μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.
- Ἠὼς δʼ εἰσανέβη μέγαν οὐρανόν· οἱ δʼ ἀπὸ λέκτρων
- καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια·
- αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα