Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. στρωφῶντʼ, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες
  2. ἤματι τῷ, ὅτʼ ἄνακτες ἀολλίσσωσʼ ἀνθρώπους
  3. ἀργαλέως τʼ εἰλέωσι κακὸν τεύχοντες ὄλεθρον
  4. θηρσὶν ὑπὸ κρατεροῖς, οἱ δʼ ἕρκεος ἐντὸς ἐόντες
  5. δμῶας δαρδάπτουσιν, ὅ τις σφίσιν ἐγγὺς ἵκηται·
  6. ὣς οἵ γʼ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάϊζον.
  7. ἀλλʼ οὐδʼ ὣς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,
  8. εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος
  9. Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης,
  10. οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,
  11. καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,
  12. εἰ μὴ ἄρʼ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο
  13. ἄντην Εὐρυπύλοιο· μάχη δʼ ἀΐδηλος ἐτύχθη.
  14. ἔνθα τότʼ Αἰνείαο κατʼ ἀσπίδος ἔγχος ἔρεισε
  15. Τεῦκρος ἐϋμμελίης· τοῦ δʼ οὐ χρόα καλὸν ἴαψεν·