Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον·
- ἀλλὰ καὶ ὣς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.
- Μηριόνης δʼ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι
- Παιονίδῃ, τὸν ἐγείνατʼ ἐϋπλόκαμος Κλεομήδη
- Ἀξιοῦ ἀμφὶ ῥέεθρα· κίεν δʼ ὅ γε Ἴλιον ἱρὴν
- Τρωσὶν ἀρηξέμεναι μετʼ ἀμύμονος Ἀστεροπαίου·
- τὸν δʼ ἄρα Μηριόνης νύξ̓ ἔγχεϊ ὀκριόεντι
- αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ
- ἔγκατα· τοῦ δʼ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.
- Αἴαντος δʼ ἄρʼ ἑταῖρος Ὀϊλιάδαο δαΐφρων
- Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων·
- ἧκε δʼ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν
- σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δʼ ἔτρεσαν ἄνδρες
- ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.
- τὸν δʼ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα