Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. παῖδά τε καρτερόθυμον Ὀϊλέος, ὃς περὶ μὲν θεῖν
  2. ἔσκε θοός, περὶ δ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν.
  3. τοῖς ἔπι κραιπνὸν ὄρουσεν ἔχων περιμήκετον ἔγχος·
  4. σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος,
  5. ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ
  6. κὰκ κόρυθα κρατερήν· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανυσθεὶς
  7. ψυχὴν οὐ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ
  8. ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι·
  9. καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες
  10. βαιὸν ἔτʼ ἀμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.
  11. καὶ τότʼ ἄρʼ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες
  12. Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθʼ ὅμιλος
  13. βαλλόντων ἑκάτερθεν, ὅ τι σθένε χερσὶν ἑλέσθαι·
  14. οἱ μὲν γὰρ στονόεντα βέλη χέον, οἱ δέ νυ λᾶας,
  15. ἄλλοι δʼ αἰγανέας· τοὶ δʼ ἐν μέσσοισιν ἐόντες