Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄλλα δʼ ἄρʼ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα
  2. ἄμφεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ.
  3. φαίνετο δʼ ἶσος Ἄρηι μετὰ στίας ἀΐσσοντι·
  4. Τρῶες δʼ ἀμφιέποντες ἐγήθεον, εὖτʼ ἐσίδοντο
  5. τεύχεά τʼ ἠδέ καί ἄνδρα θεῶν ἐπιειμένον εἶδος·
  6. τὸν δὲ Πάρις ποτὶ δῆριν ἐποτρύνων προσέειπε·
  7. χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι. ἦτορ ἔολπεν
  8. Ἀργείους μάλα πάντας ὀϊζυρῶς ἀπολέσθαι
  9. αὐτῇς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔποτε τοῖον
  10. ἔδρακον ἐν Τρώεσσιν ἐϋπτολέμοισί τʼ Ἀχαιοῖς.
  11. ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος,
  12. τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας,
  13. κείνου μνωόμενος φρονέων τʼ ἀντάξια ἔργα
  14. θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,
  15. ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέγε μοῦνον όΐω