Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄστεος ὀλλυμένοιο κακὰς ἀπό κῆρας ἀλέξαι.
  2. ἦ μέγʼ ἐποτρύνων· ὁ δέ μιν προσεφώνεε μύθῳ·
  3. Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,
  4. ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,
  5. ὅς τε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ·
  6. ἡμεῖς δʼ, ὥσπερ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,
  7. στησόμεθα πρὸ πόληος· ἔπειτα δέ καὶ τόδʼ ὀμοῦμαι,
  8. μὴ πρὶν ὑποστρέψειν, πρὶν ἢ κτάμεν ἢ ἀπολέσθαι.
  9. ὣς φάτο θαρσαλέως· Τρῶες δʼ ἐπὶ μακρὰ χάροντο.
  10. καὶ τότʼ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον
  11. Πουλυδάμαντά τʼ ἐϋμμελίην καὶ Πάμμονα δῖον
  12. Δηίφοβόν τʼ ἐπὶ τοῖσι καὶ Αἴθικον, ὃς περὶ πάντων
  13. Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,
  14. τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,
  15. ὅππως δυσμενέεσσιν ἐπὶ πρώτοισι μάχωνται