Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος· οἱ δʼ ἔτι μακρῇς
- δηριόωντʼ ἐλάτῃσι μεμαότες, οὐδʼ ἀπέληγον
- ὑσμίνης· πάντων δὲ καρήατα δεύετο λύθρῳ
- θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ·
- οἴνῳ δʼ αἷμα μέμικτο, συνηλοίητο δὲ πάντα
- εἴδατα καὶ κρητῆρες ἐΰξεστοί τε τράπεζαι.
- Νέσσον δʼ αὖθʼ ἑτέρωθι παρὰ ῥόον Εὐηνοῖο
- κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατʼ ὀϊστῷ
- ἀμφʼ ἐρατῆς αλόχοιο χολούμενος, ἐν δʼ ἐτέτυκτο
- ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν
- ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα
- ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι.
- κεῖτο δʼ ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου
- ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς
- βλήμενον· Ἡσιόνης δέ κακούς ἀπελύετο δεσμούς.