Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·
  2. οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι
  3. οἱ δʼ αὖτʼ Ἀργείοις, διὰ δʼ ἄνδιχα μητιόωντες
  4. δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.
  5. τὸν δʼ ὁπότʼ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,
  6. αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν·
  7. Φοῖβε, τί ἢ τόδʼ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
  8. λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ
  9. ἀντιθέῳ Πηλῆι συνήρσαμεν; ἐν δὲ σὺ μέσσοις
  10. δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν
  11. Πηλεὺς ἤγετʼ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν,
  12. καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα,
  13. θῆρές τʼ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι
  14. καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.
  15. ἀλλὰ τά γʼ ἐξελάθου, καὶ ἀμείλιχον ἔργον ἔρξας
  16. κτείνας ἀνέρα δῖον, ὃν ἀθανάτοισι σὺν ἄλλοίς
  17. νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι
  18. ἐκ Θέτιδος Πηλῆι· τεῆς δʼ ἐπελήσαο ἀρῆς
  19. ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος,
  20. ᾧ πάρα βουκολέεσκες· ὁ δʼ ἀθάνατόν περ ἐόντα