Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. θνητὸς ἐὼν ἀκάχιζε· σὺ δʼ ἀφρονέων ἐνὶ θυμῷ
  2. ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσʼ ἐμόγησας.
  3. σχέτλιος, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν,
  4. οὔθʼ ὅτις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,
  5. οὔθʼ ὅτις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς
  6. ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.
  7. ἀλλʼ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω
  8. ἔσσεσθʼ Αἰακίδαο δεδουπότος, οὕνεκʼ ἄρʼ αὐτοῦ
  9. υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν
  10. Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν
  11. πατρὶ ἑῷ· πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.
  12. ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλʼ Ἀχιλῆι
  13. ἀμφʼ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φἐρτατος ἀνδρῶν;
  14. νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
  15. ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματʼ ἰοῦσαν,
  16. ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;
  17. ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα
  18. Ἥρη ἀκηχεμένη· ὁ δʼ ἄρʼ οὐκ ἀπαμείβετο μύθῳ·
  19. ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο·
  20. οὐδέ οἱ ὀφθαλμοῖαι καταντίον εἰσοράασθαι