Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἶδα γὰρ ὡς οὔτις με δυνήσεται ἐγγύθεν ἐλθὼν
  2. ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,
  3. οὐδʼ εἴπερ στέρνοισι μάλʼ ἄτρομον ἦτορ ἔχῃσιν,
  4. ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη·
  5. κρύβδα δʼ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι.
  6. τῷ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι
  7. χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν
  8. ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.
  9. ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ
  10. κείνου ὑπαὶ βελέεσσιν ὀϊζυρῶς ἀπολέσθαι
  11. Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δʼ οὐκ ἀνεμώλιον ἦεν.
  12. ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν
  13. ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα
  14. ἔσσυτο τειρομένοιο· πότμος δέ οἱ ἦτορ ἐδάμνα.
  15. ἀσχαλόων δʼ ἔρριψε βέλος· τὸ δʼ ἄρʼ αἶψα κιοῦσαι
  16. πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι
  17. ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει
  18. ἄμβροτον ἰὸν ὀλέσθαι ἀπʼ ἀθανάτοιο μολόντα.
  19. δεξάμενος δʼ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον
  20. ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα