Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δʼ ἐπὶ Τρῶας,
- οἵ ῥʼ ἔτι που φεύγεσκον ἀεὶ προπάροιθε πόληος,
- καὶ τοὺς μὲν σεύεσκεν· ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
- Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
- ὦ πόποι, ὡς ὅ γε μαίνετʼ ἀνὰ φρένας· ἀλλά οἱ οὔτι
- οὐδʼ αὐτὸς Κρονίδης ἔτʼ ἀλέξεται [*](Zimmermann, for a)ne/cetai of v.) οὔτε τις ἄλλος
- οὕτω μαργαίνοντι καὶ ἀντιόωντι[*](Zimmermann, for a)ntio/wnta.) θεοῖσιν.
- ὣς ἄρʼ ἔφη, καὶ ἄϊστος ὁμοῦ νεφέεσσιν ἐτύχθη·
- ἠέρα δʼ ἐσσάμενος στυγερὸν προέηκε Βέλεμνον,
- καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν· αἶψα δʼ ἀνῖαι
- δῦσαν ὑπὸ κραδίην· ὁ δʼ ἀνετράπετʼ ἠΰτε πύργος,
- ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι
- ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης·
- ὣς ἐκλίθη δέμας ἠῢ κατʼ οὔδεος Αἰακίδαο.
- ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ ---
- ---† ἔπος ἀκράαντον ὁμόκλα·
- τίς νύ μοι αἰνὸν ὀϊστὸν ἐπιπροέηκε κρυφηδόν;
- τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,
- ὄφρα δέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη
- ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄϊδα λυγρὸν ἵκηται·