Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἢ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πολυχρύσοιο πόληα
- ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα
- ἀνέρας, ὅν κʼ ἐθέλῃσι· θεῶν δʼ οὔτις μιν ἐρύξει.
- ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.
- ἠέλιος δʼ ἀπόρουσεν ἐς ὠκεανοῖο ῥέεθρα,
- ὦρτο δὲ νὺξ μεγάλοιο κατʼ ἠέρος ὀρφνήεσσα,
- ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.
- αὐτοῦ δʼ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες
- ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ·
- ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θεήν Θέτιν· ἄγχι δέ παιδὸς
- ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι
- ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
- πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.
- ἀλλʼ ὅτε καγχαλόωσα διʼ αἰθέρος ἤλυθεν ἠὼς
- λαμπρότατον πᾶσίν τε φάος Τρῶεσσι φέρουσα
- καὶ Πριάμῳ—Δαναοὶ δὲ μέγʼ ἀχνύμενοι Ἀχιλῆα
- κλαῖον ἐπʼ ἤματα πολλά, περιστενάχοντο δὲ μακραὶ
- ἠιόνες πόντοιο, μέγας δʼ ὀλοφύρετο Νηρεὺς
- ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι
- εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος—