Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Καλλιόπη φάτο μῦθον ἀρηραμένη φρεσὶ θυμόν·
  2. ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδʼ ἀλύουσα
  3. εἵνεκα παιδός ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
  4. σκύεο· καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος
  5. υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ κηρὶ δαμέντες·
  6. κάτθανε δʼ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο
  7. Ὀρφεύς, οὖ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,
  8. πᾶσα δʼ ἄρʼ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα
  9. πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων
  10. οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν·
  11. ἀλλʼ ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔτι ἔοικεν
  12. πένθεσι λευγαλέοισι καὶ ἄλγεϊ θυμὸν ἀχεύειν.
  13. τῷ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·
  14. καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ
  15. καὶ μένος ἀείσουσιν ἐμῇ τʼ ἰότητι καὶ ἄλλων
  16. Πιερίδων· σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν
  17. δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.
  18. ἦ οὐκ ἀΐεις ὅτι πάντας, ὅσοι χθονὶ ναιετάουσιν,
  19. ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα
  20. οὐδὲ θεῶν ἀλέγουσα; τόσον σθένος ἔλλαχε μούνη·