Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο
- Ἀργεῖοι πυρὶ πυρὶ δῶκαν ἀάσπετα νηήσαντες
- δοῦρα, τά οἱ φορέοντες ἀπʼ οὔρεος Ἰδαίοιο
- πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες
- Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,
- ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.
- ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο
- αἰζηῶν κταμένων, πολλοὺς δʼ ἐφύπερθε βάλοντο
- Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας
- ἵππους τε χρεμέθοντας ἐϋσθενέας θʼ ἅμα ταύρους,
- σὺν δʼ ὄϊάς τε σύας τʼ ἔβαλον βρίθοντας ἀλοιφῇ·
- φάρεα δʼ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι
- δμωιάδες, καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
- χρυσόν τʼ ἤλεκτρόν τʼ ἐπενήεον· ἀμφί δέ χαίτας
- Μυρμιδόνες κείραντο, νέκυν δʼ ἐκάλυψαν ἄνακτος·
- καὶ δʼ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ
- κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.
- πολλοὺς δʼ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
- ἄλλους δʼ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου
- ἡδέος, οὗ μέθυ λαρὸν ὀδώδεε νέκταρι ἶσον.